Ancient Greek
Pap.Choix 26
Documentary Papyri, Pap.Choix 26
Not analysed yet
Αὐρήλιος Πατερμοῦθις Διοσκόρου μητρὸς Ἀπίας ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχειτῶν πόλεως Αὐρηλίῳ Ἀπολλωνίῳ Ἤλιτος τοῦ καὶ Διογένους ἀπὸ τῆς αὐτῆς πόλεως τῶν ἐξ ἐφηβείας ἱερονικῶν χαίρειν. ὁμολογῶ ἐσχηκέναι παρὰ σοῦ διὰ χειρὸς ἐξ οἴκου σου τιμὴν πλήρη σιππίων δεσμιδίων ἀριθμῷ ἑκατὸν εἴκοσι ὁλκῆς ὡς τοῦ δεσμιδίου ἑνὸς μνῶν πέντε ,ἅπερ ἐπάναγκες ἀποδώσω σοι τῷ Μεσορῇ μηνὶ τοῦ ἐνεστῶτος β ἔτους λυτὰ καθαρὰ εὐάρεστα ἄνευ δίκης πάσης χωρὶς πάσης ὑπερθέσεως καὶ εὑρησιλογίας. εἰ δὲ μή, ἐκτείσω σοι τὴν ἐπὶ τοῦ τότε καιροῦ ἐσομένην τοῦ σιππίου τιμὴν διπλῆν, γινομένης σοι τῆς πράξεως παρά τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων …ἔτους β Αὐτοκράτορος Καίσαρος Γαίου Οὐαλερίου Διοκλητιανοῦ Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ, Φαῶφι κε. Αὐρήλιος Πατερμοῦθις Διοσκόρου ἔσχον τὴν τιμὴν πλήρη τῶν σιππίων δεσμιδίων ἀριθμῷ ἑκατὸν εἴκοσι καὶ ἀποδώσω ὡς πρόκειται καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ἄμμων ἔγραψα ὑπὲρ τοῦ ἀδελφοῦ μου μὴ εἰδότος γράμματα.