Ancient Greek
Pap.Choix 6
Documentary Papyri, Pap.Choix 6
Not analysed yet
ἔτους ιε Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Παχὼν κα ἐν Σοήνης πραισιδίωι τῆς Θηβαίδος. ὁμολογοῦσιν ἀλλήλοις Ἀσκληπιὰς Δάδα θυγάτηρ μετὰ κυρίου Πινδάρου Ἁρσυνίου κληρονόμος τοῦ ἑαυτῆς ἀνδρὸς …ου Οὐάλεντος ἱππέως μετηλλαχότος ἀπὸ σπείρης β Θρᾴκων τούρμης Καρτιλιανῆς καὶ Αἰμίλλιος …ς ἱππεὺς σπείρης τῆς αὐτῆς ἀπὼν διὰ φροντιστοῦ Ἰουλίου Ἀπολλιναρίου ἱππέως ἀρμικούστωρος τῆς ἴλης Γαλλικῆς καὶ Κασσιανὸς Γέμελλος κουράτωρ τούρμης Καρτιλιανῆς δανεισταὶ τοῦ αὐτοῦ Οὐάλεντος συμπεφωνημένοι πρὸς ἑαυτοὺς ἐπὶ τῷ ἐκ τῶν εὑρισκομένων ὑπαρχόντων παρεμβολικῶν πάντων τοῦ Οὐάλεντος συλλεγομένων ἐπὶ τὸ αὐτὸ καὶ πιπρασκομένων καὶ ἐξ αὐτῶν ὑπολογουμένου τοῦ φωκαρίου καὶ τοῦ ληγάτου Παμωνίου ἐπιτρόπου καὶ ὧν προέσχεν καὶ ἐκτὸς ἡ Ἀσκληπιὰς δραχμῶν ἑκατὸν τεσσαράκοντα τεσσάρων ,λήψεσθαι ἕκαστον ἀπὸ τῶν λοιπῶν περισσευόντων τὴν μὲν Ἀσκληπιὰν μέρος ἓν εἰς λόγον κληρονομίας καὶ κηδείας σώματος τοῦ Οὐάλεντος, τὸν δὲ Αἰμίλλιον εἰς τὰ ὀφειλόμενα αὐτῷ μέρη δύο καὶ τὸν Κασσιανὸν τὸ λοιπὸν μέρος τέταρτον εἰς τὰ καὶ αὐτῷ ὀφειλόμενα. ἐὰν δὲ τις ἕτερος δανειστὴς ἐπέλθῃ ἤ τι Παμώνιος ἐπίτροπος βιάσηται τὸ ληγᾶτον, οἱ τρεῖς ἀποδώσουσι καθʼ ἃ ἕκαστος εἴληφεν. ἐὰν δὲ ὑπερβάλλωσιν τὰ διαιρούμενα πλεῖον δραχμῶν τετρακοσίων ,αἱ μὲν τετρακόσιαι ἔσονται ἐπὶ τῇ προγεγραμμένῃ ὁμολογίᾳ, αἱ δὲ ἑξήκοντα κατʼ ἐξαίρετον χωρήσουσιν τῶι Αἰμιλλίωι. ἐὰν δὲ καὶ τῶν ἑξήκοντα πλεῖον, εἰς τοὺς τρεῖς ἔσται ἐπὶ τοῖς αὐτοῖς μέρεσι τέσσαρσι ὡς εἰλήφασι. τὰ δὲ δάνεια χιασθέντα ἀποδοθήσεται τῇ Ἀσκληπιάδι. τρισσὰ ἐγράφη καὶ ἕκαστος εἴληφεν ἕν . Ἀσκληπιὰς Δάδα συνεφώνησα τοῖς προκειμένοις καὶ εἴληφα μέρος ἓν τῆς κληρονομίας καὶ ποιήσομαι …ς…