Ancient Greek
Pap.Choix 7
Documentary Papyri, Pap.Choix 7
Not analysed yet
ἐξ ὑπομνηματισμῶν Θέωνος γενομένου στρατηγοῦ Προσωπίτου ἔτους κ θεοῦ Ἁδριανοῦ Ἐπεὶφ κδ. προσελθόντων Νααρῶτος, ἐπικαλουμένου Μονθαύριος καὶ Πεεβῶτος ἀμφοτέρων μητρὸς Ταφεσιήους ἐπὶ παροῦσι Ἁροννήσει Πανδβέως καὶ Ἰμούθῃ Ὥρου, ὁ στρατηγὸς Ἁροννήσει· τί περὶ τούτων ἔλεγες; εἰπόντος· σὺν ἐμοὶ δειπνοῦντες ἀπέστησαν νυκτὸς τοῦ συμποσίου καὶ ἐπανελθόντες ἔφασαν κεκοφέναι τοῦ Ἰμούθου τὰς ἀμπέλους, τῶν περὶ τὸν Νααρῶν εἰπόντων συκοφαντεῖσθαι ὑπʼ αὐτοῦ, ὁ στρατηγὸς· τότε αὐτῷ οὐ συνεγένου; εἰπόντων· ναί, οὐδὲν μέντοι γε τοιοῦτο ἀκήκοε παρʼ ἡμῶν, ὁ στρατηγός· εἰ καθαρὰν εἴχετε συνείδησιν, διὰ τί ζητηθέντες ἐπὶ τῆς διαγνώσεως τοῦ πράγματος οὐκ ἐφάνητε ἕως προγράφητε; εἰπόντων· ἐπὶ ξένης ἦμεν ἐργαζόμενοι ἐν κτήματι, ὁ στρατηγὸς· καὶ τὴν αἰτίαν διʼ ἣν ἐπηρεάσατε τῶι κτήματι ὁ Ἁροννῆσις εἴρηκε. καὶ ἐπιτρέψας αὐτοὺς ἐπιπληχθῆναι ἔφη· τὸ ἀληθὲς ἐξομολογήσασθε. ἐπιμενόντων τῶι μὴ κεκοφέναι ἀμπέλους, ὁ στρατηγὸς· ποῦ ἐστιν ὁ ἀρχέφοδος; ὑποδειχθέντος τὸν ἀδελφὸν αὐτοῦ Ἰμούθην παρεῖναι, ἐκεῖνον γὰρ ἀσθενεῖν, ὁ στρατηγὸς τῶι Ἰμούθηι· ἱκανόν σοι οἱ δύο οὗτοι δότωσαν ἵνα ἐπὶ τὸν κράτιστον ἐπιστράτηγον παραγένωνται ὅταν διαλαμβάνῃ περὶ τοῦ πράγματος.