Ancient Greek
Pap.Choix 8
Documentary Papyri, Pap.Choix 8
Not analysed yet
Νεμεσίων Ἀπολλωνίου καὶ Ἀνθέστιος Δημητρίου καὶ οἱ λοιποὶ ἐπιμεληταὶ τοῦ ἐν τῆι Ἀντινόου πόλει γινομένου θεάτρου Παυσεῖρι Ἁτρήους ναυτικῶι ἀπὸ κώμης Ἀγκυρῶν τοῦ Ἡρακλεοπολίτου νομοῦ χαίρειν. παρεκόμισας εἰς τὸ προκείμενον ἔργον ὑπὲρ Ἥρωνος Πισόιτος ναυτικοῦ ἀπὸ τῶν αὐτῶν Ἀγκυρῶν καὶ αὐτοῦ ὑπὲρ Παποντῶτος Ἀμόιτος πρεσβυτέρου Δωσιθέου ἐποικίου τοῦ Ὀξυρυγχείτου νομοῦ ὑπὲρ αὐτοῦ τοῦ Δωσιθέου ἐποικίου ἀχύρου ἀγώγια ἓξ ἥμισυ τρίτον τετρακαιεικοστόν, γίνεται ἀχύρου ἀγώγια ϛ 𐅵γ κδ ἔτους κβ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ, Ἐπεὶφ κθ. Νεμεσίων σεσημείωμαι.