Ancient Greek
PSI 1 32
Documentary Papyri, Psi 1 32
Not analysed yet
Πνεφερῶς Ἁτρῆτος μητρὸς Ταναραῦτος καὶ Θεναμμεννεὺς Παρείτιος μητρὸς Θενβωτᾶτος, οἱ β ἀπὸ κώμης Ἀγκυρώνων, Ναάτι Παρείτιος μητρὸς …ετος ἀπὸ τῆς αὐτῆς χαίρειν. μεμισθώκαμέν σοι ἐπὶ χρόνον ἔτη τέσσαρα ἀπὸ τοῦ ἐνεστῶτος ιϛ ἔτους Σεουήρου καὶ Ἀντωνίνου καὶ Γέτα Καισάρων τῶν κυρίων τὸ ὑπάρχον ἡμῖν περὶ τὴν αὐτὴν Ἀγκυρώνων ἐκ νότου τῆς κώμης, πρότερον τῶν γονέων ἡμῶν, ἀρούρης τέταρτον ἐπὶ τῷ σε τοῦτο κατεργάσασθαι πάσῃ ἐργασίᾳ καὶ ἐπιμελείᾳ ἀμέμπτως ἀντὶ τοῦ φόρου τοῦ τετραετοῦς χρόνου καὶ μετὰ τὸν τετραετῆ χρόνον ἔχειν σε τὸ ἥμισυ τῶν ἐξ αὐτοῦ περιγεινομένων γενημάτων πάντων ἐπʼ ἄλλον τετραετῆ χρόνον καὶ ἡμᾶς τοὺς γεούχους ἔχειν τὴν λοιπὴν ἡμίσειαν, τῶν ἀναλωμάτων πάντων γεινομὲνων ὑπὸ σοῦ τοῦ Ναᾶτος· μὴ ἐξεῖναι δὲ ἡμῖν ἀποβαλέσθαι σε τῆς μισθώσεως μηδὲ μὴν σὲ τὸν Ναᾶν ἐνκαταλιπεῖν τὴν μίσθωσιν, τῶν τῆς γῆς δημοσίων πάντων ὄντων πρὸς ἡμᾶς τοὺς γεούχους. κυρία ἡ μίσθωσις. ἔτους ιϛ αὐτοκρατόρων καισάρων Λουκίου Σεπτιμίου Σεουήρου εὐσεβοῦς Περτίνακος Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παρθικοῦ μεγίστου καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς καὶ Πουβλίου Σεπτιμίου Γέτα Καίσαρος Σεβαστῶν Φαμενὼθ κη. Θεναμμενεὺς μεμίσθωκα καθὼς πρόκειται. κεφάλων Ὡρίωνος ἔγραψα ὑπὲρ αὐτῆς γράμματα μὴ εἰδυίης.