Ancient Greek
PSI 1 33
Documentary Papyri, Psi 1 33dupl
Not analysed yet
Λουκίωι Ἀνθεστίωι Γερμανῶι ἐνάρχωι γυμνασιάρχωι τῆς τῶν Ἀντινοέων πόλεως παρὰ Κασίου ἀπάτορος μητρὸς Ταοννώφρεως. βούλομαι μισθώσασθαι παρὰ σοῦ τοὺς ἐπικειμένους τοῦ διεληλυθότος ιγ ἔτους καὶ ἐκπιπτόντας εἰς τὸ ἐνεστὸς τεσσαρασκαιδέκατον ἔτος ἐλαικοὺς καὶ φοινικικοὺς καρποὺς τοῦ ὑπάρχοντός σοι περὶ Φιλαδέλφειαν ἐλαιωνοπαραδείσου ἀρουρῶν ἑπτὰ ἢ ὅσων ἐὰν ὦσι Ἰουλίου λεγομένου, φόρου τοῦ παντὸς ἀργυρίου δραχμῶν χιλίων ἑπτακοσίων καὶ ἐξαιρέτων φοίνικος ξηροῦ πατητοῦ μονοξύλου ἀρτάβην μίαν μέτρῳ φοινικηγῷ τῆς κώμης καὶ ἐλαιῶν ἐγλεκτῆς μελαίνης ἀρτάβης ἥμισυ μέτρῳ τῷ αὐτῷ καὶ καλαθίων διχοινικίων δέκα καὶ καλλύνθρων τεσσάρων ἀνυπολόγων καὶ ἀκινδύνων, τῶν ἔργων πάντων ὄντων πρὸς σὲ τὸν Ἀνθέστιον Γερμονόν, τῶν δὲ ποτισμῶν καὶ ὀχείας καὶ κατασπασμοῦ καὶ τηρήτρων ὄντων πρὸς ἐμὲ τὸν μισθούμενον. ἔσχες δὲ ἅπαντος τοῦ προκειμένου φόρου δραχμῶν χιλίων ἑπτακοσίων ἐπὶ λόγου δραχμὰς ἐκατόν τὰς δὲ λοιπὰς δραχμὰς χιλίας ἐξακοσίας ἀποδώσω ἅμα τῷ κατασπασμῷ καὶ τὸν ἐλαιωνοπαράδεισον παραδώσω ὠχευμένου καὶ κατασπασμ. κυρία ἡ μίσθωσις Κάσιος ὁ προκείμενος μεμίσθωμαι ἐπὶ τοῖς προκειμένοις …ος ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. ἔτους ιδ …Καίσαρος τοῦ κυρίου …