Ancient Greek
PSI 1 38
Documentary Papyri, Psi 1 38
Not analysed yet
Τ…ς τοῦ Ἑρμησίωνος Ἑρμοπολίτης ἀναγραφόμενος ἐπʼ ἀμφόδου Φρουρίου λιβὸς Εὐδαίμονι Ἑρμαίου Ἑρμοπολίτῃ χαίρειν. ὁμολογῶ πεπρακέναι σοι ὃν ἔχω ἐργατικὸν ὄνον ἕνα ἄρρενα μυόχρουν τιμῆς δὲ τῆς συμπεφωνημένης ἀργυρίου δραχμῶν τριακοσίων ἓξ, γίνονται δραχμαὶ τϛ, ἃς καὶ αὐτόθεν ἀπέσχον παρὰ σου διὰ χειρὸς τὴν προκειμένην τιμὴν καὶ αὐτόθεν παρείληφας παρʼ ἐμοῦ ἐν Ἑρμουπόλει τὸν ὄνον καὶ βεβαιώσω σοι πρὸς πᾶσαν βεβαίωσιν τοῦτον τοιοῦτον ἀνεπίληπτον. ἔτους τετάρτου αὐτοκράτορος καίσαρος Νέρουα Τραιανοῦ σεβαστοῦ Γερμανικοῦ Μεχεὶρ ……Ἑρμαίου ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα.