Ancient Greek
PSI 1 39
Documentary Papyri, Psi 1 39
Not analysed yet
Μάρκος Α…ος …ωι Ἑρμοπολίτῃ χαίρειν. ὁμολογῶ πεπρακέναι σοι ᾗ καὶ ἐγὼ τυγχάνω ἠγορακέναι ἵππον θήλειαν παρὰ Διοσκόρου ταύτην τοιαύτην ἀναπόρριφον, καὶ ἀπέχειν τὴν συμπεφωνημένην τιμὴν ἀργυρίου δραχμὰς ἑκατὸν ὀγδοηκονταοκτὼ, γίνονται δραχμαὶ ρπη. ἔτους ια Ἀντωνίνου καίσαρος τοῦ κυρίου Φαμενὼθ α.