Ancient Greek
PSI 1 40
Documentary Papyri, Psi 1 40
Not analysed yet
……καὶ ἀπογράφομαι εἰς τὸ ἐνεστὸς ιγ ἔτος τοὺς ἐπακολουθοῦντας ἀπὸ γονῆς ἄρνας δέκα ἐπὶ τῆς αὐτῆς Θώλθεως μέσης, ἃ νεμήσεται περὶ τὴν αὐτὴν Θῶλθιν μέσης καὶ διʼ ὅλου τοῦ νομοῦ διὰ νομέως ἐμοῦ, καὶ ὀμνύω αὐτοκράτορα καίσαρα Τραιανὸν Ἁδριανὸν σεβαστὸν μὴ ἐψεῦσθαι. ἔτους ιγ αὐτοκράτορος καίσαρος Τραιανοῦ Ἁδριανοῦ σεβαστοῦ Μεχεὶρ ιϛ σεβαστῇ. Διδᾶς Διονυσίου ἐπιδέδωκα καὶ ὀμώμοκα τὸν σεβάσμιον ὅρκον καὶ ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα.