Ancient Greek
PSI 1 49
Documentary Papyri, Psi 1 49
Not analysed yet
καθὰ γράψαι μοι κατηξίωσεν ἡ ὑμετέρα μεγαλοπρέπεια περὶ τοῦ ὀλίγου ὀπίου, θεὸς μοι μαρτυροῖ, πάνυ ἐζήτησα παρὰ τοῦ ἰατροῦ καὶ μόγις μετὰ πολλῶν καμάτων εὑρίσκω δύο οὐγκίας καὶ τάχα ἔπεμψα πρὸς τὴν ὑμῶν μεγαλοπρέπειαν διὰ τοῦ γραμματηφόρου φρουροῦ. ἀσπάζομαι δὲ πρὸ πάντων καὶ προσκυνῶ τὸν ὑμέτερον μέγεθον τῷ τὰ πάντα μεγαλοπρεπεστάτῳ καὶ περιβλέπτῳ κόμιτι Εὐλογίῳ παρὰ Ἰσακίου ἐλαχίστου μονάζοντος