Ancient Greek
PSI 1 50
Documentary Papyri, Psi 1 50
Not analysed yet
κυρίῳ μου ἀδελφῷ …καὶ ἄλλοτέ σοι ἐδήλωσα ἵνα παρασκευάσῃς τοὺς σκυτέας τοῦ Ἀμμωνίου παρασχεῖν τῷ ταυρελάτῃ τὸ δέρμα καὶ τὸ ὑπόδημα κατὰ συνήθειαν παρεχόμενον καὶ οὐκ ἐδόθη, ἀλλʼ ἀφῆκας αὐτὸν ἀνελθεῖν εἰς τὴν πόλιν τούτου χάριν ἐάσας τοὺς ταύρους· ποίησον τοίνυν αὐτοὺς παρασχεῖν αὐτῶι καὶ μάθωσιν ὅτι καὶ τὸ περυσινὸν καὶ τὸ προπερυσινὸν χρεωστοῦσιν, ἐγὼ γὰρ ἐκ τιμῆς παρειχόμην τῷ πέρυσι ταυρελάτῃ. καὶ προβῇ τὸ ἔργον τῆς μικρᾶς ξενίας τῆς περὶ τὴν ληνόν. ἐρρῶσθαι σε εὔχομαι πολλοῖς χρόνοις κύριέ μοι ἄδελφε.