Ancient Greek
PSI 1 56
Documentary Papyri, Psi 1 56
Not analysed yet
Ἡρακλείδηι στρατηγῷ Ἑρμοπολίτου παρὰ Εὐδαίμονος πρεσβυτέρου Ἑρμαίου Ἑρμοπολίτου. Ἀπεγραψάμην τῶι διεληλυθότι θ ἔτει Τραιανοῦ Καίσαρος τοῦ κυρίου πρόβατα ρ αἶγα α, ἃ καὶ ἀπογράφομαι εἰς τὸ ἐνεστὸς δέκατον ἔτος Τραιανοῦ Καίσαρος τοῦ κυρίου, τὰ αὐτὰ πρόβατα ρ αἶγα α, ἄρνας ἐπακολουθοῦντας ι κοίτη πάντος ὑπὸ νομῇ τόπου καὶ ἐξαριθμήσεται ὧν καὶ τάξομαι τὸ καθῆκον τέλος εἰς τὴν Ἀραβίαν ἄνω Ψινθαυβαστ διὰ νομέως Φίβιος. πράκτωρ ἀργυρικῶν Αρ… διὰ Ἑρμίου γραμματέως σεσημείωμαι. Φιλο βασιλικὸς γραμματεὺς διὰ Φιλο φίλου σεσημείωμαι πρόβατα ἑκατὸν αἲξ εἷς ἄρνες δέκα. Ἡρακλείδης στρατηγὸς διὰ Διδύμου ὑπογραμματέως σεσημείωμαι πρόβατα ρ αἶγα α ἄρνας ι.