Ancient Greek
PSI 1 57
Documentary Papyri, Psi 1 57
Not analysed yet
Ἔρωτι στρατηγῶι Θεμίστου μερίδος παρὰ Σαμβᾶτος τοῦ Σωτηρίχου τῶν ἀπὸ Θεαδαλφέας τῆς προκειμένης μερίδος. γεωργῶ σὺν τῶι ἀδελφῷ μου Νεφεραῦτι κλῆρον ἀρουρῶν πέντε περὶ τὴν αὐτὴν κώμην, ἃς ἐμισθώσατο ὁ πατὴρ ἡμῶν Σωτήριχος, ὃς τετελεύτηκεν, παρὰ Ἀπολλωνίου τοῦ Πτολεμαίου. τοῦ οὖν διὰ τῆς μισθώσεως ἡμῖν ἐκδοθέντος κλήρου τετελεκότες τὰ τοῦ ἐνεστῶτος ια ἔτους καὶ αὐτοῦ τοῦ ια ἔτους Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος ἐκφόρια, προήγμεθα ἐγβῆναι τῆς τοῦ κλήρου γεωργίας τὸ καθῆκον ἐπιτελέσαντες· διʼ ὃ ἀξιῶ, καταχωρισθέντος παρά σοι τοῦδε τοῦ ὑπομνήματος, τὸ ἀντίγραφον διʼ ὑπηρέτου μεταδοθῆναι τῷ τοῦ Ἀπολλωνίου ἀδελφῷ Θρακίδᾳ, διὰ τὸ τὸν Ἀπολλώνιον τετελευτηκέναι, ὅπως εἰδῇ ἐκβαίνοντας ἡμᾶς τῆς γεωργίας ἑτοίμως ἔχειν …ἐδόθη διὰ Ἄπιτος τοῦ Θέωνος ὑπηρέτου. ἔτους ἑνδεκάτου Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, Μεχεὶρ γ.