Ancient Greek
PSI 1 58
Documentary Papyri, Psi 1 58
Not analysed yet
βασιλείας καὶ ὑπατείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου Φλαουίου Ἰουστίνου τοῦ αἰωνίου αὐγούστου καὶ αὐτοκράτορος ἔτους …ς ἐν Ὀξυρύγχων πόλει Φλαουίῳ Ἀπίωνι τῷ πανευφήμῳ καὶ ὑπερφυεστάτῳ ἀπὸ ὑπάτων ὀρδιναρίων καὶ πατρικίῳ γεουχοῦντι καὶ ἐνταῦθα τῇ λαμπρᾷ Ὀξυρυγχιτῶν πόλει, διὰ Μηνᾶ οἰκέτου τοῦ ἐπερωτῶντος καὶ προσπορίζοντος τῷ ἰδίῳ δεσπότῃ τῷ αὐτῷ πανευφήμῳ ἀνδρὶ τὴν ἀγωγὴν καὶ ἐνοχὴν, ὁ δεῖνα πρεσβύτερος υἱὸς Πατᾶτος μητρὸς Μαρίας καὶ Πατᾶς υἱὸς Ἴωνος μητρὸς …ὁρμώμενοι ἀπὸ ἐποικίου Πεστετοε, διαφέροντος τῇ ὑμῶν ὑπερφυείᾳ, τοῦ Ὀξυρυγχίτου νομοῦ χαίρειν, ὁμολογοῦμεν τὰ ὑποτεταγμένα. ἐπειδήπερ ἐκ γονέων καὶ προγόνων …ὑμῶν ὑπερφυείᾳ οἰκοῦντες ἐν τῷ προγεγραμμένῳ κτήματι καὶ …