Ancient Greek
PSI 1 60
Documentary Papyri, Psi 1 60
Not analysed yet
ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν, βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου μεγίστου εὐεργέτου Φλαουίου Μαυρικίου Νέου Τιβερίου τοῦ Αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους ιδ, ὑπατείας τοῦ αὐτοῦ εὐσεβεστάτου ἡμῶν δεσπότου ἔτους ιγ Φαῶφι ι ἰνδικτίονος ιδ Φλαουίῳ Ἀπίωνι τῷ πανευφήμῳ καὶ ὑπερφυεστάτῳ ἀπὸ ὑπάτων γεουχοῦντι καὶ ἐνταῦθα τῇ λαμπρᾷ Ὀξυρυγχιτῶν πόλει, διὰ Μηνᾶ οἰκέτου τοῦ ἐπερωτῶντος καὶ προσπορίζοντος τῷ ἰδίῳ δεσπότῃ τῷ αὐτῷ πανευφήμῳ ἀνδρὶ τὴν ἀγωγὴν καὶ ἐνοχὴν, Αὐρήλιος Ματθίας υἱὸς Σερήνου μητρὸς Θέκλης ὁρμώμενος ἀπὸ ἐποικίου Ἀκακίου κτήματος τῆς ὑμῶν ὑπερφυείας τοῦ Ὀξυρυγχίτου νομοῦ χαίρειν. χρείας καὶ νῦν γεναμένης εἰς τὴν ὑπʼ ἐμὲ γεουχικὴν μηχανὴν καλουμένην Καινης ἀντλοῦσαν εἰς ἀρόσιμον γῆν μικροῦ ἐργάτου ἑνὸς, ἀνελθὼν ἐπὶ τῆς πόλεως ἠξίωσα τὴν ὑμῶν ὑπερφύειαν διὰ τῶν αὐτῇ προσηκόντων ὥστε κελεῦσαι παρασχεθῆναί μοι τὸν αὐτὸν μικρὸν ἐργάτην, καὶ εὐθέως πρόνοιαν ποιουμένη τῆς συστάσεως τῶν αὑτῆς πραγμάτων τοῦτον παρέσχετό μοι διὰ Βίκτορος τοῦ ἐνταῦθα μηχανουργοῦ καινὸν ἐπιτήδιον ἀντλητικὸν εὐάρεστον ἐδεξάμην εἰς ἀναπλήρωσιν πάντων τῶν μηχανικῶν ὀργάνων ἐν τῇ σήμερον ἡμέρᾳ ἥτις ἐστιν Φαῶφι δεκάτη τῆς παρούσης τεσσαρασκαιδεκάτης ἰνδικτίονος ὑδροπαροχείας τῆς σὺν θεῷ πεντεκαιδεκάτης ἐπινεμήσεως· καὶ πρὸς ἀπόδειξιν τῆς ὑποδοχῆς ταύτην πεποίημαι τὴν χειρογραφίαν ἥτις κυρία οὖσα ἁπλῆ γραφεῖσα. καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ματθίας υἱὸς Σερήνου ὁ προγεγραμμένος πεποίημαι ταύτην τὴν χειρογραφίαν τοῦ μικροῦ ἐργάτου ὡς πρόκειται. Ἀναστάσιος συμβολαιογράφος ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου ὄντος. di emu Anastasiu ετελιοτη η… χειρογραφία Ματθίου υἱοῦ Σερήνου ἀπὸ ἐποικίου Ἀκακίου μικροῦ ἐργάτου ἑνός