Ancient Greek
PSI 1 61
Documentary Papyri, Psi 1 61
Not analysed yet
ἐν ὀνόματι τῆς ἁγίας ἀχράντου καὶ ὁμοουσίου τριάδος πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου ἔτους ζ Παχὼν ιγ ἰνδικτίονος ιβ. Φλαουίῳ Ἀπίωνι τῷ πανευφήμῳ καὶ ὑπερφυεστάτῳ ἀπὸ ὑπάτων καὶ πατρικίῳ γεουχοῦντι καὶ ἐνταῦθα τῇ λαμπρᾷ Ὀξυρυγχιτῶν πόλει, διὰ Μηνᾶ οἰκέτου τοῦ ἐπερωτῶντος καὶ προσπορίζοντος τῷ ἰδίῳ δεσπότῃ τῷ αὐτῷ πανευφήμῳ ἀνδρὶ τὴν ἀγωγὴν καὶ ἐνοχήν, ἐγὼ Ἰερημίας υἱὸς Ἰωσὴφ μητρὸς Θαήσίας ἀπὸ ἐποικίου Παγγουλεείου τοῦ Ὀξυρυγχίτου νομοῦ διαφέροντος τῇ ὑμετέρᾳ ὑπερφυείᾳ, ἐναπόγραφος αὐτῆς γεωργός, ὁμολογῶ ἑκουσίᾳ γνώμῃ καὶ αὐθαιρέτῳ προαιρέσει, ἐπομνύμενος τὸν θεῖον καὶ σεβάσμιον ὅρκον, ἐγγυᾶσθαι καὶ ἀναδέχεσθαι παρὰ τῇ ὑμετέρᾳ ὑπερφυείᾳ διὰ τῶν αὐτῇ προσηκόντων Αὐρήλιον Παμοῦν υἱὸν Ἐνὼχ μητρὸς …ὁρμώμενον καὶ αὐτὸν ἀπὸ τοῦ αὐτοῦ ἐποικίου, ἐναπόγραφον αὐτῆς γεωργόν, ἐφʼ ᾧ τε αὐτὸν ἀδιαλείπτως παραμεῖναι καὶ διάγειν ἐν τῷ αὐτῷ κτήματι καὶ μηδαμῶς αὐτὸν ἀπολιμπάνεσθαι μήτε μὴν μεθίστασθαι εἰς ἕτερον τόπον, ἀλλὰ καὶ ἐπιζητούμενον αὐτὸν πρὸς ἐμὲ ἐν οἱᾳδήποτε ἡμέρᾳ οἱασδηποτοῦν ἕνεκεν προφάσεως τοῦτον παραφέρω καὶ παραδώσω δίχα παντὸς τόπου προσφυγῆς ἔνθα αὐτὸν καὶ παρείληφα, ἐν τῇ φυλακῇ τοῦ ἐνδόξου ὑμῶν οἴκου. εἰ δὲ μὴ τοῦτο ποιήσω, ὁμολογῶ ὑπεύθυνος εἶναι πᾶσιν τοῖς πρὸς αὐτὸν ἐπιζητουμένοις ἀποκρίνασθαι. κυρία ἡ ἐγγύη ἁπλῆ γραφεῖσα καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Ἰερημίας υἱὸς Ἰωσὴφ στοιχεῖ μοι ὡς πρόκειται. Παπνούθιος ἔγραψα ὑπὲρ ἀγραμμάτου ὄντος. di emu Papnutiu eteliothh ἐγγύη Ἰερημίου υἱοῦ Ἰωσὴφ ἀναδεχομένου Παμοῦν υἱὸν Ἐνὼχ ἀπὸ ἐποικίου Παγγουλεείου