Ancient Greek
PSI 10 1101
Documentary Papyri, Psi 10 1101
Not analysed yet
ἀντίγραφον Ἰουλίωι Μαρκελλίνωι τῶι διασημοτάτωι διέποντι τὴν ἡγεμονίαν παρὰ Αὐρηλίου Πετεύριος Κολλούθου γυμνασιαρχήσαντος βουλευτοῦ τῆς λαμπρᾶς Ὀξυρυγχειτῶν πόλεως. ἐρωτῶ, κύριε, ὅπως δῷς μοι διακατοχὴν ὑπαρχόντων Αὐρηλίας Τασαραπ… μητρὸς Σινθεῦτος ἀπὸ τῆς αὐτῆς πόλεως, μητρός μου τετελευτηκυίης ἐπʼ ἐμοὶ κληρονόμωι ἀκολούθως διαθήκῃ αὐτῆς ἐξ ἐκείνου τοῦ μέρους τοῦ διατάγματος ἀφʼ οὗ τοῖς νομίμοις κληρονόμοις διδόναι σε ὑπέσχου αὐτήν. ἐδόθη μετὰ τὴν Ἀντιοχιανοῦ καὶ Ὀρφείτου ὑπατείαν.