Ancient Greek
PSI 10 1102
Documentary Papyri, Psi 10 1102
Not analysed yet
…Ἀμμιανῷ τῷ διασημοτάτῳ …ἐπάρχῳ Αἰγύπτου παρὰ Αὐρηλίου Ἄμμωνος Φράσωνος τοῦ Χάρητος Α…χ… τοῦ καὶ Ἀλθαιέως καὶ τῆς τούτου ὁμογνησίας ἀδελφῆς Αὐρηλίας Σαλουταρίου ἀστῆς. τοῦ πατρὸς ἡμῶν τοῦ δεδηλωμένου Φράσωνος μεταλλάξοντος τὸν βίον ἀδιαθέτου ἐφʼ ἡμῖν κατὰ πάντας τοὺς νόμους κληρονόμοις, τότε ἀφηλίκων ὄντων τοῦ Ἄμμωνος μὲν ὡς ἐτῶν τεσσάρων ,τῆς δὲ Σαλουταρίου ἐτῶν δύο ,Αὐρηλίοι Τρύφων Φιλάρχου καὶ …καὶ Σουχάμμων Αυφ…ηλις, οἱ τρεῖς ἀπὸ κώμης …Φυλακιτῶν, ἐπελθόντεςτοῖς καταλελειμμένοις ἡμῖν ὑπὸ τοῦ πατρὸς χωρίοις καὶ κτήνεσι καὶ δουλικοῖς σώμασιν …α… ὡς προσήκοντες τῷ ἡμετέρῳ γένει …κατ…τησανπ…τ… διήρπασαν καὶ εἰς τὸ ἴδιον ἀπηνέγκαντο, ὧν καὶ μέχρι τοῦδε τοῦ χρόνου κρατοῦσιν. ἁρπαγῆς οὖν κληρονομίας ἐνκαλοῦντες ἐπὶ τὸ σὸν σπεύδομεν μέγεθος καὶ δεόμεθα σου …στην μὲν …εσθαι, ἐπιτρέψαι δὲ ἡμῖν ἐκείνων τετελευτηκότων παραγγεῖλαι τοῖς τούτων κληρονόμοις καὶ τῇ μητρὶ αὐτῶν Ἀματίᾳ μητρὶ οὔσῃ Ἄλιδος γυναικὸς τοῦ Ἄμμωνος …ῆσαι τῷ ἀψευδεῖ σου δικαστηρίῳ …Ἀλεξανδρείας τὰ διαφέροντα…