Ancient Greek
PSI 10 1109
Documentary Papyri, Psi 10 1109
Not analysed yet
Κλαυδίωι Ἀρείωι στρατηγῶι παρὰ Θέωνος Διονυσίου τοῦ Λέοντος μητρὸς Ἰσιώνης τῶν ἀπʼ Ὀξυρύγχων πόλεως φροντιστοῦ Διονυσίου Κόμωνος. πρὸς τὸ μεταδοθέν σοι ὑπὸ τοῦ ἐγλογιστοῦ εἰς ἐξέτασιν εἶδος τῶι ια ἔτει ἐν β τόμῳ κολλήματι ν διʼ οὗ ἐπεζήτησεν εἰ ὁ προγεγραμμένος Διονύσιός ἐστιν ἐξ ἀμφοτέρων γονέων δωδεκάδραχμος ἀποφαίνομαι εἶναι αὐτὸν δωδεκάδραχμον ἀναγραφόμενον ἐπʼ ἀμφόδου Ἱπποδρόμου, καὶ τὸν τούτου πατέρα Κόμωνα Διονυσίου τοῦ Κόμωνος μητρὸς Τιουδας τῆς Κοίντου ἀναγραφομένον ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου …ὁμοίως δὲ καὶ τὸν τῆς μητρὸς αὐτοῦ πατέρα Διονύσιον τὸ πρὶν δωδεκάδραχμον ὄντα ἀναγραφόμενον ἐπʼ ἀμφόδου Δρόμου Θοήριδος τετελευτηκέναι αὐτὸν τῷ ϛ ἔτει Δομιτιανοῦ τοῦ κυρίου ἐν ὑπερετέσι. καὶ ὀμνύω Αὐτοκράτορα Καίσαρα Δομιτιανὸν Σεβαστὸν Γερμανικὸν οὕτως εἶναι ἔτους ιγ Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ …ἐξ ἐπικρίσεως θ ἔτους Δομιτιανοῦ ζη …κολλήματι ιζ ὡς ἐτῶν ια ἐπικεκριμένος ἔτει ιγ