Ancient Greek
PSI 10 1108
Documentary Papyri, Psi 10 1108
Not analysed yet
ὑπατείας Φλαουίων Εὐχαιρίου καὶ Συαγρίου τῶν λαμπροτάτων, Θὼθ α Φλαουίῳ Παύλῳ λογιστῇ Ὀξυρυγχίτου παρὰ Αὐρηλίου Μουσέως Θέωνος ἀπὸ τῆς αὐτῆς πόλεως συστάτου φυλῆς Δρόμου Γυμνασίου καὶ ἄλλων ἀμφόδων. δίδωμι καὶ εἰσαγγέλλω τῷ ἰδίῳ μου κινδύνῳ εἰς χώραν ἁλιαδίτου ἤτοι γραμματηφόρου τοῦ ὀξέως δρόμου ἐπʼ ἐνιαυτὸν ἕνα ἀπὸ νεομηνίας Θὼθ ἕως Μεσορὴ ἐπαγομένων πέμπτης καὶ αὐτῆς πέμπτης τοῦ ἐνεστῶτος ἔτους ιε ζ γ τῆς εὐτυχοῦς δεκάτης ἰνδικτίονος τὸν ἑξῆς ὑπογεγραμμένον ὄντα ἐπιτήδειον πρὸς τὴν χρείαν. ἔστι δέ· Αὐρήλιος Μαρτύριος Σερήνου μητρὸς Ἀννοεῖτος ἀπὸ τῆς αὐτῆς πόλεως καὶ φυλῆς Αὐρήλιος Μουσῆς συστάτης ἐπιδέδωκα.