Ancient Greek
PSI 10 1111
Documentary Papyri, Psi 10 1111
Not analysed yet
Σωνείκῳ καὶ Πετενεφώτῃ λαογράφοις Τριμείθεως παρὰ Πετοσείριος Ἁρυώτου τοῦ Ὥρου μητρὸς Σεν…είριος τῶν ἀπὸ Τριμείθεως. ἀπογράφομαι εἰς τὸ ἐνεστὸς θ ἔτος Ἀντωνίνου Καίσαρος τοῦ κυρίου κατὰ τὰ κελευσθέντα ὑπὸ Οὐαλερίου Πρόκλου τοῦ κρατίστου ἡγεμόνος τὴν ὑπάρχουσάν μοι οἰκίαν ἐν κώμῃ Τριμειθιν, ἐν ᾗ εἰμὶ ὁ προγεγραμμένος Πετόσειρις ἐτῶν ξε οὐλὴ ἀντίχειρι ἀριστερῷ, Ἁρυώτης υἱὸς μητρὸς Ταψάιτος ἐτῶν λβ οὐλὴ ῥινί, Ψάις ἀδελφὸς ἐτῶν μη οὐλὴ ποδὶ δεξιῷ, …το Πετοσείριος …ουκ…