Ancient Greek
PSI 10 1112
Documentary Papyri, Psi 10 1112
Not analysed yet
λαογράφοις Ποιμενικῆς παρὰ Αὐρηλίου Διδύμου τοῦ καὶ Θέωνος τοῦ Ν… …ἀπὸ Ὀξυρύγχων πόλεως. κατὰ τὰ κελευσθέντα ὑπὸ Αὐρηλίου Ζήνωνος Ἰανουαρίου καὶ Κλαυδίου Μασκουλλίνου τοῦ ἡγεμονεύσαντος ἀπογράφομαι πρὸς τὴν τοῦ διελθόντος θ ἔτους κατʼ οἰκίαν ἀπογραφὴν τὴν ὑπάρχουσάν μοι ἐπʼ ἀμφόδου Ποιμενικῆς ἀγοραστικῷ δικαίῳ πρότερον Θέωνος Διονυσοδώρου μητρὸςΔημητροῦτος καὶ Σαραπίωνος τοῦ καὶ Γεμβίου μητρὸς Στατίας Μηννατίας τῆς καὶ Πτολέμας ἀμφοτέρων ἀπʼ Ὀξυρύγχων πόλεως καὶ αὐτῶν, πρότερον Πετσείριος Θοτέως τοῦ Πετσείριος οἰκίαν διπυργιαίαν, ὑφʼ ἣν κατάγαιον καὶ ὑποφωτ…, καὶ πλαγίαν καὶ εἴσοδον καὶ ἔξοδον. τοὺς δὲ προαναγραφομένους ἐπὶ τὴν οἰκίαν δηλῶ τετελευτηκέναι καὶ κεκουφίσθαι τῶν ἐπικεφαλαίων καὶ ὀμνύω τὴν Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Καίσαρος τοῦ κυρίου τύχην μὴ ἐψεῦσθαι. ἔτους ι Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σευοήρου Ἀλεξάνδρου εὐσεβοῦς εὐτυχοῦς Σεβαστοῦ, Μεσορὴ …