Ancient Greek
PSI 10 1126
Documentary Papyri, Psi 10 1126
Not analysed yet
……ηναιος ο… ε Αὐρηλίοις Λογγίνῳ τῷ καὶ Βουκ… γυμνασιαρχήσαντι καὶ Ἀντωνίνῳ κοσμητεύσαντι βουλευτῇ βιβλιοφύλαξιν ἐγκτήσεων Ἀρσινοίτου παρὰ Αὐρηλίων Ἥρωνος καὶ Σαπρείωνος ἀμφοτέρων ἀφηλίκων μητρὸς …εμι…ας τῆς καὶ Σύρας ἀπὸ κώμης Πτολεμαίδος Μελισσουργῶν μετὰ κυρίου τοῦ πατρὸς Αὐρηλίου Ἑρμίου ἀπὸ τῆς αὐτῆς κώμης. παρακεχωρήμεθα κατὰ δημόσιον χρηματισμὸν τελειωθέντα διὰ ἀρχείου ἐνθάδε τῇ ἐνεστώσῃ ἡμέρᾳ περὶ κώμην Ἀπιάδα τῆς Θεμίστου μερίδος κλήρου κατοικικοῦ ἀρούρας δεκαπέντε ἐν τόπῳ Ἀρτοφύλου ἐν τέτρασι τόποις, ὧν πρώτου τόπου ἀρούρας τέσσαρας ,δευτέρου τόπου ἀρούρας ὀκτώ ,τρίτου τόπου ἀρούρας δύο ,τετάρτου τόπου τὴν λοιπὴν ἄρουρα α· καὶ ἄλλου κλήρου κατοικικοῦ ἀρούρας ιδ ἐν τόπῳ Μοιο… ἐν τρισὶ τόποις, ὧν πρώτου τόπου ἄρουρας γ, δευτέρου τόπου ἄρουρας η, τρίτου τόπου ἄρουρας γ· ἔτι δὲ καὶ πρὸς τῇ κώμῃ ὑποδοχεῖον Ἡρακλέους λεγόμενον, παραχωρητικοῦ ἀργυρίου δραχμὰς τετρακισχιλίας ,παρὰ Αὐρηλίου Διδύμου τοῦ καὶ Πτολεμαίου ἀπὸ τῆς μητροπόλεως υἱοῦ Ἀκουσιλάου ἀγορανομήσαντος, ὡς δὲ κατὰ τοποθεσίαν Ἰσιδ… …τῆς αὐτῆς πόλεως ἀπὸ ἀμφόδου Μακεδόνων μὴ ἀπογραψαμένου ……Αὐρηλίου Δημητρίου υἱοῦ Διδύμου τοῦ καὶ Φιλώτου γενομένου βουλευτοῦ ἀπὸ ἀμφόδου Μοήρεως. διὸ ἐπιδέδωκα εἰς τὸ τὴν παράθεσιν γενέσθαι ἀκολούθως ᾧ παρεθέμην ἀντιγράφῳ τῆς παραχωρήσεως. ὁπόταν γὰρ τὴν ἀπογραφὴν αὐτῶν ποιῶμαι, ἀποδείξω ὡς ὑπάρχει καὶ ἐστὶ καθαρὰ μηδενὶ κρατούμενα· εἰ δὲ φανείη ἑτέρῳ προσήκοντα ἢ προκατεσχημένα διὰ τοῦ βιβλιοφυλακίου μὴ ἔσεσθαι ἐμπόδιον ἐκ τῆσδε τῆς παραθέσεως, τῶν δραχμῶν …υ πατρὸς χάριτι ἀναφαιρέτῳ. Αὐρήλιοι Ἥρων καὶ Σαπρίων μετὰ κυρίου τοῦ πατρὸς Αὐρηλίου Ἑρμίου ἐπιδεδώκαμεν τὴν παράθεσιν τῶν κλήρου κατοικικοῦ ἀρουρῶν εἰκοσιεννέα καὶ πρὸς τῇ κώμῃ ὑποδοχείου παραχωρητικοῦ ἀργυρίου δραχμῶν τετρακισχιλίων καθὼς πρόκειται. διὰ Αὐρηλίου Σωκράτους νομ.