Ancient Greek
PSI 10 1127
Documentary Papyri, Psi 10 1127
Not analysed yet
……ῳ κεκοσμητευκότι ἀμφοτέροις βουλευταῖς βιβλιοφύλαξιν ἐνκτήσεων Ἀρσινοίτου παρὰ Αὐρηλίας …μητρὸς Ἀπολλωνοῦτος ἀπὸ κώμης Ἰσίου Μελισσουργῶν μετὰ φροντιστοῦ Αὐρηλίου Ἡρακλείδου τοῦ καὶ Πασίωνος …ἠγόρασα κατὰ δημόσιον χρηματισμὸν διὰ ἀρχείου ἐνθάδε τῇ ἐνεστώσῃ ἡμέρᾳ περὶ τὸ Μητροδώρου ἐποίκιον τῆς Πολέμωνος μερίδος ἀπὸ μιᾶς κτήσεως …ἀρούρας …ας πρὸς ἐμὲ ἀπὸ ὅλων ἀρουρῶν …,τιμῆς ἀργυρίου δραχμῶν …ων παρὰ Αὐρηλίας Ζωσίμης …ἀμφόδου Ἱερᾶς πύλης διακειμεν …του δεδομένου αὐτῇ κατὰ τὰ Ῥωμαίων ἔθη Αὐρηλίου Φιλοξένου Τειβερίου …ρου Θεομητορίου τοῦ καὶ Εὐσεβίου. διὸ ἐπιδίδωμι εἰς τὸ τὴν παράθεσιν γενέσθαι ἀκολούθως ᾧ παρεθέμην ἀντιγράφῳ τοῦ χρηματισμοῦ· ὁπόταν γὰρ τὴν ἀπογραφὴν αὐτῶν ποιῶμαι, ἀποδείξω ὡς εἰσὶ καθαραὶ μηδενὶ κρατούμεναι, εἰ δὲ φανεῖεν ἑτέρῳ προσήκουσαι ἢ προκατεσχημέναι διὰ τοῦ βιβλιοφυλακίου μὴ ἔσεσθαι ἐμπόδιον ἐκ τῆσδε τῆς παραθέσεως. Αὐρήλιος Ἡρακλείδης ὁ καὶ Πασίων ἐπιδέδωκα ἐξ ὀνόματος τῆς φροντιζομένης ὑπʼ ἐμοῦ Αὐρηλίας …τὸ τῆς παραθέσεως ὑπόμνημα ……νομ …