Ancient Greek
PSI 10 1129
Documentary Papyri, Psi 10 1129
Not analysed yet
Ἡρακλείδης Ἡρακλήου κωμογραμματεὺς Μαρεψήμι Μαρεψήμις μεμίσθωκα τὰς ὑπαρχούσας μοι κατοικικοῦ κλήρου ἀρούρας δέκα περὶ τὸ Ἡρακλίδου ἐποίκιον, ἐκφορίου τοῦ παντὸς κριθῆς ἀρταβῶν ἑκατὸν μέτρῳ τετραχοινίκωι τόπου, καὶ τὰς πρότερον Ἀκουσιλάου Μάρωνος ἀρούρας ἕξ ,ἐκφορίου τοῦ παντὸς πυροῦ ἀρταβῶν ἑξήκοντα τῷ αὐτῷ μέτρῳ καθεσταμένων εἰς Κερκῆσιν· δώσω δὲ εἰς σπέρματα πυροῦ ἀρτάβας ἓξ κριθῆς ἓξ τὸ ἕβδομον ἔτος Καίσαρος, καὶ εἰς τὰ γενέσιά μου ἄρτων πεπτῶν ἀρτάβην μίαν ,καὶ εστικαθη… θ… προστατικὸν πυροῦ ἀρτάβης ἥμισυ κριθῆς ἀρτάβαι δύο . καὶ βεβαιώσω τὴν μίσθωσιν καθότι προγέγραπται. Ἡρακλείδης Ἡρακλήου ἐπηκολούθηκα …