Ancient Greek
PSI 10 1130
Documentary Papyri, Psi 10 1130
Not analysed yet
ἀντίγραφον πράσεως. ἔτους δωδεκάτου Τιβερίου Καίσαρος Σεβαστοῦ, μηνὸς Δύστρου ζ Τῦβι ζ, ἐν Τεβτύνει τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογοῦσιν Παποντῶς ὡς ἐτῶν λε μέσος μελίχρως οὐλὴ κνήμηι ἀριστερᾷ καὶ Ἁρμιῦσις ὡς ἐτῶν λ μέσος μελίχρως οὐλὴ γόνατι ἀριστερῶι, ἀμφότεροι Μ…βηους, Μαρσισούχωι Μαρεψήμιος ὡς ἐτῶν λθ μέσωι μελίχρωι οὐλὴ πήχει δεξιῶι πεπρακέναι αὐτῶι τὰ ὑπάρχοντα αὐτοῖς βοεικὰ ζεύγη σύμμικτα τέσσαρα καὶ ταυρικῶν ζεῦγος ἓν τούτων τοιούτων ἀναπορρίφων, καὶ ἔχειν παρὰ τοῦ Μαρσισούχου παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου τὴν συνκεχωρημένην τιμὴν πᾶσαν ἐκ πλήρους, καὶ βεβαιώσειν τὴν πρᾶσιν πάσηι βεβαιώσει. ὑπογραφεὺς τῶν ὁμολογούντων Ἡρωδης Ἡρώδου …ρου …