Ancient Greek
PSI 10 1139
Documentary Papyri, Psi 10 1139
Not analysed yet
ἔτους ὀκτωκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ, Μεχεὶρ κβ. διέγραψε διὰ Σαβείνου καὶ μετόχων ἐπιτηρητῶν ὠνῶν Τεπτύνεως καὶ τῶν συνκυρουσῶν κωμῶν Ἡρακλ ὁ καὶ Πτολλαρίων ἀπελεύθερος Κάστορος γέρδιος, ἀφʼ ὧν ὀφείλει δημοσίων τοῦ αὐτοῦ ἔτους, ἀργυρίου δραχμὰς δεκαδύο· γίνονται δραχμαὶ ιβ· συμβολικῶν τριώβολον. Παῦνι λ ἄλλας ἀργυρίου δραχμὰς δεκαέξ· γίνονται δραχμαὶ ιϛ· συμβολικῶν τριώβολον. καὶ Μεσορὴ κγ ὑπὲρ γερδιακοῦ τοῦ αὐτοῦ αη ἔτους δραχμὰς δεκα…· γίνονται δραχμαὶ α…· συμβολικῶν τριώβολον. ἔτους ἐννεακαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ, Τῦβι β. διέγραψε διὰ Σαβείνου τοῦ καὶ Νίννου καὶ μετόχων ἐπιτηρητῶν ἱερατικῶν ὠνῶν Τεβτύνεως καὶ τῶν συνκυρουσῶν κωμῶν Ἡρακλ ὁ καὶ Πτολλαρίων ἀπελεύθερος Κάστορος Λυσιμάχου γέρδιος, ὑπὲρ δημοσίων τοῦ αὐτοῦ ἔτους, ἀργυρίου δραχμὰς δεκαδύο· γίνονται δραχμαὶ ιβ· συμβολικῶν τριώβολον. Μεχεὶρ κβ ἄλλας ἀργυρίου δραχμὰς …Μεσορὴ ἄλλας δραχμὰς δεκαοκτὼ ὀβολοὺς δύο · γίνονται δραχμαὶ ιη διώβολον· συμβολικῶν τριώβολον.