Ancient Greek
PSI 10 1140
Documentary Papyri, Psi 10 1140
Not analysed yet
ἔτους δευτέρου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς, Παῦνι ιϛ, ἐν Τεβτύνι τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ Θαυβάριον Εὐτύχου ὡς ἐτῶν τεσσεράκοντα ἄσημος μετὰ κυρίου τοῦ ἀνδρὸς Σαβείνου τοῦ καὶ Νίννου Πτολεμαίου ὡς ἐτῶν τεσσερακονταπέντε οὐλὴ γαστροκνημίᾳ δεξιᾷ Κρονίωνι Μιεῦτος ὡς ἐτῶν ἑβδομηκονταδύο οὐλὴ …ωι δεξιῶι καὶ τῷ τούτου υἱῶι Πετεσούχωι ὡς ἐτῶν τεσσερακονταεπτὰ οὐλὴ …ὑπὸ μεσόφρυν, τοῖς δυσί ,ἀπέχειν παρʼ αὐτῶν διὰ χειρὸς ἀργυρίου δραχμὰς ἑκατὸν τεσσερακονταεννέα δύο ὀβολούς, οὔσας τὸ ἐπιβάλλον τοῖς δυσί ,Κρονίωνι καὶ Πετεσούχῳ, δίμοιρον μέρος ἀργυρίου δραχμῶν διακοσίων εἰκοσιτεσσάρων ,ὧν ὀφείλουσι οἱ δύο σὺν Ἥρωνι Ἡρακλείδου τῇ Θαυβαρίωι καθʼ ὁμολογίαν χρήσεως τετελειωμένην διὰ τοῦ …τῷ …ἔτει θεοῦ Ἁδριανοῦ, Παῦνι β, ὑπὲρ ὧν ἀπέχει δραχμὰς ἑκατὸν τεσσερακονταεννέα ὀβολοὺς δύο ,μὴ ἐπελευσομένης τῆς Θαυβαρίου ἐπὶ τοὺς δύο ,μὴ ἐλαττουμένης τῆς Θαυβαρίου περὶ ὧν ὁφείλει ὁ Ἥρων δραχμῶν ἑβδομηκοντατεσσάρων τετρωβόλου καὶ τῶν τούτων τόκων, οὐσῶν τὸ ἐπιβάλλον αὐτῷ Ἥρωνι γ …Θαυβάριν Εὐτύχου μετὰ κυρίου τοῦ ἀνδρὸς Σαβείνου τοῦ καὶ Νίννου Πτολεμαίου ἀπέχω παρὰ Κρονίωνος καὶ Πετεσούχου τὰς δραχμὰς ἑκατὸν τεσσαρακονταεννέα ὀβολοὺς δύο ,μὴ ἐλαττουμένης μου ὑπὲρ τῶν λοιπῶν δραχμῶν ἑβδομηκοντατεσσάρων τετρωβόλου καὶ τῶν τόκων καθὼς πρόκειται. ἀναγέγραπται διὰ τοῦ ἐν Τεβτύνι γραφείου.