Ancient Greek
PSI 10 1144
Documentary Papyri, Psi 10 1144
Not analysed yet
ἔτους τρίτου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ, Παῦνι ιϛ, ἐν Τεβτύνι τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Ψενκῆβκις ὁ καὶ Βῆκις Ψοίφιος τοῦ Ψενκήβκιος …αειδ… Παώπι Ψοίφιος τοῦ Μαρεψήμιος ὡς ἐτῶν τεσσεράκοντα οὐλὴ μεσοφρύῳ …ἐκκεχωρηκέναι τὸν Ψενκῆβκιν τῶι Παώπι ἀπὸ τοῦ νῦν διὰ παντὸς τῆς γεωργίας τῶν ἀναγραφομένων εἰς τὸν Ψενκῆβκιν περὶ Τεβτῦνιν ἐπὶ τῆς λεγομένης μεγάλης ὁδοῦ βασιλικῆς γῆς ἀρουρῶν πέντε ἡμίσους ἢ ὅσαι ἐὰν ὦσιν ἐν μιᾷ σφραγῖδι προσγειτνιωσῶν ἐκ νότου πρὸς λίβα ……πρὸς βορρᾶν Ἁρποχρατίωνι Μαρεψήμιος, ἐφʼ ὧι ὁ Παῶπις μετρήσει κατʼ ἔτος εἰς τὸ δημόσιον ἀπὸ τοῦ ἐνεστῶτος τρίτου ἔτους Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ τὰ ὑπὲρ τῶν δηλουμένων ἀρουρῶν πέντε ἡμίσους δημόσια πάντα καὶ προσμετρούμενα καὶ μονοδεσμίαν χόρτου καὶ χαλκοῦ εἰκοσιδράχμου καὶ τὰ δημόσια φόρετρα πάντα καὶ τελέσματα ἀκολούθως τῇ τῶν ἀρουρῶν συνηθείᾳ, πλὴν μόνον τῶν τοῦ δευτέρου ἔτους φορέτρων …κέναι τὸν αὐτὸν Ψενκῆβκιν …ριων ὧν πεποίηται ὁ αὐτὸς …μισθώσεων τῶν αὐτῶν ἀρουρῶν πέντε ἡμίσους πρὸς τὸν …τὸν Ἡρακλείδην προγενομένων μισθώσεων τῶν δηλουμένων ἀρουρῶν πέντε ἡμίσους …παρ…δια…ς τὴν γεωργίαν τῶν σημαινομένων ἐδαφῶν, διὰ τὸ αὐτὸν …σι δημόσια …τα πάντα ἐκ τοῦ ἰδίου …ὁμοίως δημόσια τῶν αὐτῶν ἀρουρῶν καθότι καὶ ἐκπεπεῖσθαι αὐτὸν ὑπὸ τοῦ Ψενκῆβκιος …Ψενκηβκ …ρο…ο… καὶ τοῦ αὐτοῦ Ψενκήβκιος ο… Ψενκῆβκις ὁ καὶ Βῆκις Ψοίφιος ὁμολογῶ ἐκκεχωρηκέναι Παώπι Ψοίφις τοῦ Μαρεψήμιος ἀπὸ τοῦ νῦν διὰ παντὸς τῆς γεωργίας τῶν ἀναγραφομένων εἴς με ἐν Τεβτύνι ἐπὶ τῆς λεγομένης μεγάλης καὶ νεωτέρας ὁδοῦ γῆς ἀρούρας πέντε ἡμίσους ἢ ὅσαι ἐὰν ὦσιν ἐν μίᾳ σφραγῖδι, ἐφʼ ᾧ τε τὸν Παῶπιν μετρήσειν κατʼ ἔτος, εἰς τὸ δημόσιον ἀπὸ τοῦ ἐνεστῶτος γ ἔτους Τραιανοῦ Καίσαρος τοῦ κυρίου πάντα τὰ προκίμενα, πλὴν μόνον τῶν τοῦ δευτέρου ἔτους φορέτρων …Ἡρακλείδου τοῦ Σωκράτους προδοματικῶν μισθώσειν αὐτῶν ἀρουρῶν πέντε ἡμίσους …ἐπελεύσεσθαι περὶ τῆς τούτῳ γεωργίας διὰ τὸ τὸν Παῶπιν ἐπὶ πᾶσι τοῖς προκειμένοις συντεθεῖσθαι πρόσθεν μοι περὶ τῆς ἐκχωρήσεως καθὼς πρόκιται. ἔγραψεν ὑπὲρ αὐτοῦ ὁ δεῖνα διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα. Παῶπις Ψοίφις γέγονε εἴς με ἡ ἐκχώρησις τῶν τῆς γῆς ἀρουρῶν πέντε ἡμίσους …