Ancient Greek
PSI 10 1145
Documentary Papyri, Psi 10 1145
Not analysed yet
…μηνὸς Καισαρείου κη, ἐν Θεογονίδι τῆς Πολέμωνος μερίδος τοῦ δʼ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Δίδυμος ὁ καὶ Ἡρακλειδίων Ὀρσενούφιος ὡς ἐτῶν τεσσαρακονταοκτὼ οὐλὴ γαστροκνημίᾳ δεξιᾷ Ὀννώφρι Πανήσιος ὡς ἐτῶν εἰκοσι… οὐλὴ γαστροκνημίᾳ δεξιᾷ ἐκκεχωρηκέναι αὐτῷ Ὀννώφρι ἀπὸ τοῦ νῦν διὰ παντὸς τὸ ὑπάρχον αὐτῶι τῶι Διδύμωι τῶι καὶ Ἡρακλειδίωνι ἐντὸς περιβόλου τοῦ ἐν κώμῃ Τεπτύνει ἱεροῦ λογίμου θεοῦ μεγάλου Κρόνου παστοφόριον πρότερον Πετεμίνιος· γείτονες τοῦ …παστοφορίου νότου Τεφορσῶτος Πετεμίνιος, βορρᾶ Μάρωνος τοῦ Μαρεψήμιος παστοφόριον, λιβὸς περίβολος τοῦ ἱεροῦ, ἀπηλιώτου ὁλοχωρία τοῦ αὐτοῦ ἱεροῦ· καὶ ἀπέχειν τὸν Ἡρακλειδίωνα παρὰ τοῦ Ὀννώφριος τὸ ἐκχωρητικὸν ἀργυρικὸν διάπεισμα τοῦ ἐκκεχωρημένου παστοφορίου …διὰ χειρὸς ἐξ οἴκου, καὶ βεβαιώσειν τὸν Ἡρακλειδίωνα …δ παστοφόριον ἐπὶ πᾶσι καθὼς πρόκειται. Δίδυμος ὁ καὶ Ἡρακλιδίων Ὀρσενούφιος ἐκκεχώρηκα τῷ Ὀννώφρι τὸ παστοφόριον ἐντὸς περιβόλου θεοῦ Κρόνου προσγειτνιῶν Τεφορσῶτι καὶ Μάρωνι, καὶ ἀπέχω τὸ ἐκχωρητικὸν διάπεισμα ὡς πρόκειται Ὀννῶφρις Πανήσιος γέγονε εἴς με ἡ ὁμολογία, καθὼς πρόκειται. ἐντέτακται διὰ τοῦ ἐν Θεογονίδι γραφείου.