Ancient Greek
PSI 12 1223
Documentary Papyri, Psi 12 1223
Not analysed yet
χρόνος ἐφηβείας. ἔτους ιϛ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ σεβαστοῦ, μηνὸς Σεβαστοῦ ϛ. Ἱέραξ Πρωτάρχου τοῦ Χαιρήμονος Προπαπποσεβάστειος ὁ καὶ Ἀλθαιεὺς ἐτῶν νδ καὶ ἡ τούτου γυνὴ Ἀχιλλεὶς Εἰσίωνος ἀστὴ ἐτῶν μ, μετὰ κυρίου τοῦ πατρὸς Εἰσίωνος τοῦ Παράμωνος Ἀρχιστρατείου τοῦ καὶ Ἀλθαιέως ἐτῶν ξζ, ἀγυιᾶς Ἀρσινόης Νείκης, φάμενοι συνεῖναι ἑαυτοῖς πρότερον μὲν ἀγράφως, νυνὶ δὲ καθʼ ὁμολογίαν, υἱὸν Δίδυμον ἐνιαυτοῦ ἑνός . ἔτους δευτέρου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ σεβαστοῦ, μηνὸς Καισαρείου ιθ. Ἄλφα Σαραπίωνος τοῦ καὶ Πάππου. χρόνος ἐφηβείας Διδύμου