Ancient Greek
PSI 12 1224
Documentary Papyri, Psi 12 1224
Not analysed yet
χρόνος ἐφηβείας. ἔτους εἰκοστοῦ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου σεβαστοῦ εὐσεβοῦς, …κζ. Δίδυμος Ἱέρακος τοῦ Πρωτάρχου Σωσικόσμειος ὁ καὶ Ἀλθαιεὺς ἐτῶν κγ καὶ ἡ τούτου γυνὴ Πλουταροῦς Ἁρποκρατίωνος ἀστὴ ἐτῶν …,μετὰ κυρίου τοῦ ἀδελφοῦ Εὐδήμου Σωσικοσμείου τοῦ καὶ Ἀλθαιέως ἐτῶν κϛ, ἀγυιᾶς Ἀρσινόης Νείκης, φάμενοι συνεῖναι ἑαυτοῖς ἀγράφως, υἱὸν Μηνόδωρον τὸν καὶ Ἱέρακα ἐνιαυτοῦ ἑνός . ἔτους ἑβδόμου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου σεβαστοῦ εὐσεβοῦς …χρόνος ἐφηβείας Μηνοδώρου τοῦ καὶ Ἱέρακος