Ancient Greek
PSI 12 1225
Documentary Papyri, Psi 12 1225
Not analysed yet
Μάρκῳ Οὐλπίῳ Πασίωνι τῶν ἠγορανομηκότων ἱερεῖ ἐξηγητῇ καὶ τοῖς Καισαρείοις καὶ τοῖς ἄλλοις πρυτάνεσι παρὰ Διδύμου τοῦ Ἱέρακος τοῦ Πρωτάρχου Σωσικοσμείου τοῦ καὶ Ἀλθαιέως, τῶν τὸ ἑκκαιδέκατον ἔτος θεοῦ Ἁδριανοῦ ἐφηβευκότων, καὶ τῆς τούτου γυναικὸς Πλουταροῦτος τῆς Ἁρποκρατίωνος ἀστῆς μετὰ κυρίου τοῦ αὐτοῦ Διδύμου. βουλόμενοι εἰσκρῖναι εἰς τοὺς τὸ εἰσιὸν εἰκοστὸν ἔτος αὐτοκράτορος καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου εὐσεβοῦς ἐφήβους τὸν γεγονότα ἡμῖν ἐξ ἀλλήλων υἱὸν Μηνόδωρον τὸν καὶ Ἱέρακα, ἀξιοῦμεν ὑμᾶς συντάξαι τοῖς πρὸς τούτοις οὖσι λαβοῦσι ἡμῶν χειρογραφίαν περὶ τοῦ ἀληθῆ εἶναι τὰ προκείμενα …κ…ι χρηματίζειν ἡμῖν τελοῦσι τὰ πρὸς τὴν ἀπαρχὴν καὶ ἐφηβείαν τοῦ προγεγραμμένου μου υἱοῦ Μηνοδώρου τοῦ καὶ Ἱέρακος κατακελεῦσαί τε τῷ κοσμητῇ καὶ τῷ …σιάρχῳ τοῖς οὖσι προσδέξασθαι αὐτὸν εἰς τοὺς τὸ αὐτὸ ἔτος ἐφηβευκότας. ὑπόμνημα ἐφηβείας Μηνοδώρου τοῦ καὶ Ἱέρακος