Ancient Greek
PSI 12 1228
Documentary Papyri, Psi 12 1228
Not analysed yet
ἔτους κη Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου εὐσεβοῦς εὐτυχοῦς σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Σαρματικοῦ Γερμανικοῦ μεγίστου Βρεταννικοῦ, Τῦβι κϛ. ὁμολογεῖ Θατρῆς ἀπελευθέρα Ἀφροδείτης ἀπελευθέρας Πρεμεμούνιος ἀπὸ Μώτεως ὡς ἐτῶν λα οὐλὴ ἀντικνημίῳ ἀριστερῷ, μετὰ κυρίου Ψεναμούνιος Ἱέρακος Βήκιος ἀνδρός, Ἑρμοκλεῖ Πετεχῶντος τοῦ Χεσθώθου ἀπὸ Ἀφροδεισίου τῆς Μικρᾶς Ὀάσεως ἀπόντι διὰ Ἀμμωνίου Πισήχθιος Φίλου ἀπὸ Μώτεως πεπρακέναι αὐτῷ ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον τὸ ὑπάρχον αὐτῇ μέρος ἥμισυ Ἰσιδώρας δούλης, χωρὶς ἱερᾶς νόσου καὶ ἐπαφῆς, τροφευθείσης αὐτῇ ἀπὸ κϛ ἔτους Τῦβι σὺν τω… ἔτους Ἑρμοκλεῖ ὑπὸ Σαραπιάδος, ἀπελευθέρας τροφοῦ· τιμῆς τῆς συνπεφωνημένης ἀργυρίου δραχμῶν τριακοσίων εἴκοσι ἃς ἀπεσχηκέναι αὐτὴν παρὰ τοῦ Ἀμμωνίου διὰ χειρὸς ἐκ πλήρους οὔσας τοῦ Ἑρμοκλέους, πρὸς τὸ ἀπὸ τοῦ νῦν κρατεῖν αὐτὸν καὶ κυριεύειν τοῦ πεπραμένου αὐτῷ μέρους ἡμίσους τῆς προγεγραμμένης δούλης καὶ ἐξουσίαν ἔχειν διοικεῖν καὶ οἰκονομεῖν περὶ αὐτοῦ ὡς ἐὰν αἱρῆται, τῆς βεβαιώσεως ἐξακολουθούσης τῇ ἀποδομένῃ Θατρῆτι διὰ παντὸς. …ων…ε Ἑρμησίων Ἀπολλωνίου ὁμολογεῖ ἀπεσχηκέναι τὰς ὀφειλομένας αὐτῷ ὑπὸ τῆς Θατρῆτος ἐκ τοῦ διελθόντος κζ ἔτους Φαμενὼθ ἀργυρίου δραχμὰς ἑκατὸν τεσσαράκοντα ἐπὶ ὑποθήκῃ τῆς προκειμένης δούλης, περὶ ὧν μηδένα λόγον ἔχειν πρὸς αὐτὴν μηδὲ πρὸς τὴν ὑποθήκην. προσφωνεῖ ὁ Ἀμμώνιος εὐδοκεῖν τῇ διʼ αὑτοῦ γενομένῃ εἰς τὸν Ἑρμοκλέα ὠνῇ. συνηκολούθησαν τῇ οἰκονομίᾳ Σαραπίων υἱὸς θετὸς Σαραπίωνος Τιθοέους Α…ους, Πετοσῖρις Πισήχθιος καὶ Σαραπίων Γεσεηχ μάρτυρες. Θατρῆς ἀπελευθέρα Ἀφροδείτης ἡ προγεγραμμένη, μετὰ κυρίου Ψεναμούνιος Ἱέρακος ἀνδρός, Ἑρμοκλεῖ Πετεχῶντος πέπρακά σοι μέρος ἥμισυ Ἰσιδώρας δούλης καὶ ἀπέσχον τὰς τῆς τιμῆς ἀργυρίου δραχμὰς τριακοσίας εἴκοσι καὶ βεβαιώσω καθὼς πρόκειται. ἔγραψα ὑπὲρ αὐτῶν …ρίωνος τοῦ Ἀπολλ μὴ εἰδότων γράμματα. Σαραπίων θετὸς υἱὸς Σαραπίωνος Τιθοέους ἐμαρτύρησα. Πετοσῖρις Πισήχθιος ἐμαρτύρησα. Σαραπίων …ες ἐμαρτύρησα. Ἑρμησίων Ἀπολλωνίου καὶ ὡς χρηματίζω Θατρῆτι ἀπελευθέρᾳ Ἀφροδείτης ἀπέσχον παρὰ σοῦ τὰς τῆς ὑποθήκης ἀργυρίου δραχμὰς ἑκατὸν τεσσαράκοντα καὶ οὐδένα λόγον ἔχω πρός σε οὐδὲ πρὸς τὴν …ὑποθήκην ὡς πρόκειται. Ἀμμώνιος Πισήχθιος εὐδοκῶ τῇ γενομένῃ εἰς τὸν Ἑρμοκλέα ὠνῇ. …συναλλαγματογρα… κεχρημάτικα …Ἑρμοκλῆς ἐπήνεγκα.