Ancient Greek
PSI 12 1229
Documentary Papyri, Psi 12 1229
Not analysed yet
……Ἁρποκρατίων Ψενθαήσιος ……καὶ Ἡρακλείδης …καὶ Ἡρακλείδης Σωτηρίχου τοῦ Νααραῦτος …Παρείτιος υἱοῦ, οἱ ιδ δημόσιοι ὀνηλάται κώμης Χοινώθμεως, ὀμνύομεν τὴν Μάρκου Ὀπελλίου Σεουήρου Μακρείνου Καίσαρος τοῦ κυρίου τύχην παραστήσειν ἕκαστον ἡμῶν τὰ ἐπιβάλλοντα αὐτῷ κτήνη πρὸς ἐμβολὴν δημοσίου πυροῦ, τῶν ἀποστόλων παραγενομένων, ἀμέμπτως καὶ ἀδιαλείπτως εἰς τὸ ἐν μηδενὶ μεμφθῆναι καὶ μηδὲν διεψεῦσθαι, ἢ ἔνοχοι εἴημεν τῷ ὅρκῳ. ἔτους α Αὐτοκράτορος Καίσαρος Μάρκου Ὀπελλίου Σεουήρου Μακρείνου εὐσεβοῦς εὐτυχοῦς …