Ancient Greek
PSI 12 1231
Documentary Papyri, Psi 12 1231
Not analysed yet
Αὐρηλίῳ Ἡράμμωνι στρατηγῷ Ὀξυρυγχίτου παρὰ Αὐρηλίων Ἑρμαίου Πνεφερσόιτος μητρὸς Δημητρίας καὶ Θωνίου Πατερμουθίου μητρὸς Σινθώνιος, ἀμφοτέρων κωμάρχων κώμης Σιναρυ. τοῦ ἐνεστῶτος ϛ ἔτους εἰς σωματικὴν ὑπηρεσίαν τῶν πρωτεπεικτῶν δίδομεν τὸν ὑπογεγραμμένον ὄντα ῥωμαλέον καὶ ἐπιτήδειον ἐπὶ τῷ αὐτὸν ἀντιλαβεῖν τὴν χρείαν ἐντεῦθεν. ἐστὶ δέ· Αὐρήλιος Βησᾶς Πλουτίωνος μητρὸς Ταύριος ἀπὸ τῆς αὐτῆς κώμης. ἔτους ϛ Αὐτοκράτορος Καίσαρος Λουκίου Δομιτίου Αὐρηλιανοῦ Γωθικοῦ μεγίστου Καρπικοῦ μεγίστου εὐσεβοῦς εὐτυχοῦς σεβαστοῦ, Φαῶφι ζ. Αὐρήλιοι Ἑρμαῖος καὶ Θώνιος ἀναδεδώκαμεν. Αὐρήλιος Ἀμμώνιος ὁ καὶ Ἰσίδωρος ἔγραψα ὑπὲρ αὐτῶν μὴ εἰδότων γράμματα