Ancient Greek
PSI 12 1230
Documentary Papyri, Psi 12 1230
Not analysed yet
…τῶν προσβαινόντων εἰς τρεισκαιδεκαετεῖς εἰ μητροπολῖται δωδεκάδραχμοι, ἐτάγη ἐπʼ ἀμφόδου Δρόμου Γυμνασίου Μέλας κοπριαναίρετος δοῦλός μου προσβεβηκὼς εἰς τρεισκαιδεκαετεῖς τῷ προάγοντι ι ἔτει. ὅθεν παραγενόμενος πρὸς τὴν τούτου ἐπίκρισιν δηλῶ αὐτὸν εἶναι δωδεκάδραχμον, καὶ ἐμὲ ὁμοίως νυνὶ μὲν εἶναι ἐκτὸς συνόψεως διὰ τὸ ἐπισινῆ εἶναι τὸ πρὶν ὄντα δωδεκάδραχμον ἀναγραφόμενον διὰ λαογραφίας λβ ἔτους θεοῦ Κομμόδου ἐπʼ ἀμφόδου τοῦ αὐτοῦ. καὶ ὀμνύω τὴν τῶν κυρίων Αὐτοκρατόρων Σεουήρου καὶ Ἀντωνίνου καὶ Γέτα σεβαστῶν τύχην μὴ ἐψεῦσθαι. ἔτους ιβ Αὐτοκρατόρων Καισάρων Λουκίου Σεπτιμίου Σεουήρου εὐσεβοῦς Περτίνακος Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παρθικοῦ μεγίστου καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου εὐσεβοῦς σεβαστῶν καὶ Πουβλίου Σεπτιμίου Γέτα Καίσαρος σεβαστοῦ, Φαῶφι.