Ancient Greek
PSI 12 1235
Documentary Papyri, Psi 12 1235
Not analysed yet
…Φλαουίωι Ἡρακλείδηι στρατηγῶι παρὰ Ἐπιμάχου καὶ Θέωνος βιβλιοφυλάκων ἐνκτήσεων. διὰ τοῦ μεταβληθέντος ὑπὸ τῶν προόντων βιβλιοφυλάκων τῆς αὐτῆς βιβλιοθήκης Βακχίου καὶ Τείρωνος τόμου ἀναγραφῆς διαγραφῶν Διοσκόρου τοῦ Παυσιρίωνος κολλυβιστικῆς τραπέζης τῆς ἀπὸ Χοίαχ ἕως Μεχεὶρ τοῦ γ ἔτους θεοῦ Κλαυδίου τριμήνου, δηλοῦται μεθʼ ἕτερα οὕτως· ἔτους τρίτου Τιβερίου Κλαυδίου καίσαρος σεβαστοῦ Γερμανικοῦ αὐτοκράτορος, Χοίαχ ἑπτακαιδεκάτηι, μεθʼ ἕτερα· Διονυσίου τοῦ Ἱπποδάμου καὶ τούτου υἱῶν Διονυσίου καὶ Σαραπίωνος Διονυσίωι Πτολεμαίου ἀπόδομα ἀργυρίου δραχμὰς ἑξάκις χιλίας τριακοσίας· γίνονται δραχμαὶ Ϛτ· καὶ τοὺς τούτων τόκους· ἃς εὐχρήστησαν παρʼ αὐτοῦ κατὰ χειρόγραφον καὶ διαγραφὴν τραπέζης ταῖς ἑσταμέναις τοῦ διελθόντος β ἔτους Τιβερίου Κλαυδίου Καίσαρος σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος· ὅπερ αὐτόθι ἀναδεδωκέναι κεχιασμένον, καὶ οὐδὲν ἐνκαλεῖ Διονυσίωι καὶ τῶι ἀδελφῶι αὐτοῦ Σαραπίωνι, μηδὲν ἐλαττουμένου αὐτοῦ ἐν οἷς ὀφείλει αὐτῷ Διονύσιος Ἱπποδάμου καθʼ ἰδιόγραφον ἀσφάλειαν, ἀκολούθως ᾧ προεῖται χειρογράφῳ ᾧ ὑπέγραψεν αὐτὸς Διονύσιος Πτολεμαίου.