Ancient Greek
PSI 12 1236
Documentary Papyri, Psi 12 1236
Not analysed yet
Φλαυίωι Πτολεμαίωι καὶ Μαρίωνι τῶι καὶ Διοσκόρωι καὶ Ἀπίωνι προχειρισθεῖσι ὑπὸ Κλαυδίου Κυιντιανοῦ τοῦ κρατίστου ἐπιστρατήγου πρὸς ἐξέτασιν λόγων παρὰ Ζωσίμου καὶ Μύσθου καὶ Εἰρηναίου κληρονόμων Εἰρηναίου Ζωσίμου γεναμένου πράκτορος ἀργυρικῶν τετάρτης τοπαρχίας Θεμίστου μερίδος τῶν περὶ Φιλαγρίδα. ἐπιζητοῦσι ὑμῖν σύμβολα ὧν κατέβαλον ἀργυρικῶν διοικήσεως ἐπὶ τὴν τῶν τόπων δημοσίαν τράπεζαν τῶν ἀπὸ ε ἔτους ἕως ϛ ἔτους, τοῦ μὲν ε ἔτους ἀριθμήσεως Παχών, τοῦ δὲ ϛ ἔτους ἀριθμήσεως Ἁθὺρ Χοίακ, παρεθέμην ὑμῖν ὀμνύων τὴν Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ σεβαστοῦ τύχην εἶναι τὰ αὐθεντικὰ παρʼ ὑμῖν, ἅπερ καὶ ἐπεδείξαμεν καὶ, ὁπότε ἐὰν χρεία γένηται, ἐποίσομεν. ἐστὶν δὲ τοῦ μὲν ε ἔτους ἀριθμήσεως Παχών, ὧν ἐχείρησεν ὁ τετελευτηκὼς ἡμῶν πατὴρ Εἰρηναῖος, κωμῶν Ἀνδρομαχίδος Θεοξενίδος Ἑρμοῦ πόλεως, ἀντίγραφον· ε ἔτους Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ σεβαστοῦ διέγραψαν Εἰρηναῖος καὶ Ἥρων πράκτορες καταβολῇ μεθʼ ἕτερα, καὶ Ἐπεὶφ ιγ εἰς ἀρίθμησιν Παχὼν ἀργυρίου δραχμὰς τρισχιλίας· γίνονται δραχμαὶ Γ· καὶ Μεσορὴ ϛ εἰς ἀρίθμησιν Παχὼν ἀργυρίου δραχμαὶ χιλίαι τριακόσιαι πεντηκονταέξ· γίνονται δραχμαὶ Ατνϛ· καὶ ϛ ἔτους ὧν ἐχείρησεν ὁ πατὴρ ἡμῶν Εἰρηναῖος κώμης Φιλαγρίδος· ἔτους ϛ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ σεβαστοῦ Εἰρηναῖος πράκτωρ Φιλαγρίδος μεθʼ ἕτερα, καὶ Τῦβι ζ εἰς ἀρίθμησιν Ἁθὺρ ἀργυρίου δραχμὰς τρισχιλίας· γίνονται δραχμαὶ Γ. καὶ Τῦβι ιθ εἰς ἀρίθμησιν Ἁθὺρ ἀργυρίου δραχμὰς χιλίας τετρακοσίας· γίνονται δραχμαὶ Αυ· καὶ Τῦβι κδ εἰς ἀρίθμησιν Ἁθὺρ ἀργυρίου δραχμὰς ἑκατὸν ἑβδομηκονταπέντε διώβολον· γίνονται δραχμαὶ ροε διώβολον. ἀντίγραφον ὑπογραφῆς· ὁ προγεγραμμένος ἐπιδέδωκα. καὶ ὀμνύομεν τὸν προκίμενον ὅρκον καθὼς πρόκιται. ἔτους ιβ, Τῦβι ιβ.