Ancient Greek
PSI 12 1242
Documentary Papyri, Psi 12 1242
Not analysed yet
…ἡμεῖς περὶ τὰς πανηγύρεις τῶν γενεθλίων τοῦ Διονυσίου καταγεινόμεθα, καὶ ἐλπίζομεν αὐτὰ ἥδιστα ἄξειν, τό γε ἐπὶ τοῖς ἔξωθεν πράγμασιν· τὸ γὰρ ἐφʼ αὑτοῖς πάντως ἡδέως ἀπαλλάξομεν. εὖ δʼ ἂν ἔχοι καὶ ὑμᾶς ἑορτάσαι πρεπόντως τῆι πρώτηι γενεθλίωι Διονυσίου πρώτου γεννηθέντος παιδίου. ἡμεῖς δὲ ἤδη πρὸς τῶι πλεῖν ἦμεν. ἀσπάζου τὴν μητέρα καὶ Διονύσιον καὶ Κλαυδίαν καὶ Σεραποῦν. ἔρρωσο. Ἀντωνίαι Τεκώσει παρὰ Ἡρ…