Ancient Greek
PSI 12 1243
Documentary Papyri, Psi 12 1243
Not analysed yet
Σαραπίωνι τῷ καὶ Ἀπολλωνιανῷ στρατηγῷ Ἀρσινοίτου Θεμίστου καὶ Πολέμωνος μερίδων παρὰ Πτολλᾶτος Φιλαδέλφου ἀπὸ κώμης Διονυσιάδος ὄντος καὶ πρεσβυτέρου τῆς αὐτῆς κώμης καὶ δημοσίου καὶ οὐσιακοῦ γεωργοῦ. ἐπεὶ ὁ τῆς Φιλωτερίδος κωμογραμματεὺς ἀνέδωκέν με νῦν εἰς ἐπιτήρησιν γενηματογραφουμένων ὑπαρχόντων τῆς προκειμένης κώμης Φιλωτερίδος, ἄπορον παντελῶς ὄντα καὶ οὐδὲν κεκτημένον περὶ τὴν κώμην οὐδὲ γεωργοῦντά τι περὶ αὐτήν, ἀξιῶ, οὐ δυνάμενος ἀμφοτέρας τὰς χρείας ἐκτελεῖν καθʼ ἃ καὶ τοῖς κυρίοις ἡμῶν αὐτοκράτορσι ἔδοξεν μὴ ὑφʼ ἕνα καιρὸν δύο λειτουργίας τινὰ ἐκτελεῖν, δέομαι, ἄνθρωπος πένης μόλις τὴν πρεσβυτερείαν καὶ τὴν γεωργίαν δυνάμενος ἐκτελέσαι βαρυτάτην οὖσαν, ἀπαλλαγῆναι τῆς ἐπιτηρήσεως καὶ κελεῦσαι ἕτερον τῷ τῆς Φιλωτερίδος κωμογραμματεῖ ἀντʼ ἐμοῦ εἰσδοῦναι, εἰς τὸ δυνηθῆναί με ἀμέμπτως καὶ τὰ τῆς γεωργίας τελέσματα διευθῦναι. Πτολλᾶς ὡς ἐτῶν νγ οὐλὴ ἀντικνημίῳ ἀριστερῷ. ἔτους ιϛ Λουκίου Σεπτιμίου Σεουήρου εὐσεβοῦς Περτίνακος καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου εὐσεβοῦς σεβαστῶν καὶ Πουβλίου Σεπτιμίου Γέτα καίσαρος σεβαστοῦ, Φαμενὼθ ιθ.