Ancient Greek
PSI 12 1252
Documentary Papyri, Psi 12 1252
Not analysed yet
Αὐρήλιος Εὐτυχίδης ὁ καὶ Πετοσαρᾶπις Διογένους μητρὸς Ἁροῦτος ἀπʼ Ὀξυρύγχων πόλεως Αὐρηλίῳ Καλπουρνίῳ Φίρμῳ καὶ ὡς χρηματίζει γενομένῳ κοσμητῇ εὐθηνιάρχῃ τῆς λαμπροτάτης πόλεως τῶν Ἀλεξανδρέων χαίρειν. ὁμολογῶ ἐσχηκέναι παρὰ σοῦ διὰ χειρὸς τιμὴν οἴνου γενήματος τοῦ ἐνεστῶτος β ἔτους κεραμίων ἑκατὸν δύο ἀνὰ κοτύλας δεκαπέντε Μαξιμιανῇ κοτύλῃ, ἅ ἐστιν τετράχοα Ὀξυρυγχειτικὰ λεγόμενα, ἅπερ ἐπάναγκον παραδώσω σοι ἀφʼ οὗ ἔχω περὶ Νεμέρα ἀμπελιτικοῦ κτήματος ἅμα τῇ τρύγῃ τοῦ ἐνεστῶτος β ἔτους …