Ancient Greek
PSI 12 1253
Documentary Papyri, Psi 12 1253
Not analysed yet
Σπαρτᾶς Παυσανίου τοῦ Σαραπίωνος μητρὸς Διδύμης γυμνασιαρχήσας τῆς Ὀξυρυγχειτῶν πόλεως Μάρκῳ Αὐρηλίῳ Κτησιδήμου τῷ καὶ Διονυσίῳ ἐξηγητεύσαντι τῆς αὐτῆς πόλεως καὶ ὡς χρηματίζει χαίρειν. ὁμολογῶ ἔχειν παρὰ σοῦ ἐξ οἴκου σου ἀργυρίου σεβαστοῦ νομίσματος δραχμὰς μυρίας δισχιλίας ,αἵ εἰσιν ἀργυρίου τάλαντα δύο ,ἃ καὶ ἀποδώσω σοι μέχρι τριακάδος Φαῶφι τοῦ εἰσιόντος ὀγδόου καὶ εἰκοστοῦ ἔτους, τόκου τετρωβολείου ἑκάστῆς μνᾶς τοῦ μηνὸς ἑκάστου ἀπὸ τοῦ ὄντος μηνὸς Ἁθὺρ τοῦ ἐνεστῶτος ἑβδόμου καὶ εἰκοστοῦ ἔτους Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου. ἐὰν δὲ μὴ ἀποδῶ καθὰ γέγραπται, ἐκτείσω σοι τὸ μὲν προκείμενον κεφάλαιον μεθʼ ἡμιολίας, καὶ τόκον τοῦ ὑπερπεσόντος χρόνου τὸν αὐτὸν τετρωβόλειον, γινομένης σοι τῆς πράξεως ἔκ τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων καθάπερ ἐκ δίκης. κυρία ἡ ἰδιόγραφός μου χεὶρ τοῦ Σπαρτᾶ δισσὴ γραφεῖσα πανταχῇ ἐπιφερομένη καὶ παντὶ τῷ ὑπὲρ σοῦ ἐπιφέροντι. ἔτους ἑβδόμου καὶ εἰκοστοῦ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου εὐσεβοῦς εὐτυχοῦς σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Σαρματικοῦ Γερμανικοῦ μεγίστου Βρετανικοῦ, Ἁθὺρ πεντεκαιδεκάτῃ.