Ancient Greek
PSI 12 1254
Documentary Papyri, Psi 12 1254
Not analysed yet
Αὐρηλίοις Σαραπίωνι καὶ Σαραπίωνι Πτολεμαίου ἐνάρχοις ὑπομνηματογράφοις παρὰ Αὐρηλίας Διδυμαρίου καὶ ὡς χρηματίζει. ὠνουμένη παρὰ Μάρκου Αὐρηλίου Διδύμου καὶ ὡς χρηματίζει δοῦλον Ζωίλον γένει Μακεδονικὸν ἀπὸ καταπλόου ὡς ἐτῶν ἐννέα οὐλὴ βραχεῖα ὑπὸ γένειον, ἀξιῶ ἀνακριθῆναι αὐτὸν κατὰ τὰ προστεταγμένα. διευτυχεῖτε. ἔτους δ Αὐτοκράτορος Καίσαρος Γαίου Ἰουλίου Οὐήρου Μαξιμίνου εὐσεβοῦς εὐτυχοῦς σεβαστοῦ Γερμανικοῦ μεγίστου Δακικοῦ μεγίστου Σαρματικοῦ μεγίστου καὶ Γαίου Ἰουλίου Οὐήρου Μαξίμου Γερμανικοῦ μεγίστου Δακικοῦ μεγίστου Σαρματικοῦ μεγίστου τοῦ ἱερωτάτου καίσαρος σεβαστοῦ υἱοῦ τοῦ σεβαστοῦ, Φαῶφι. ὑπέταξα δὲ τῆς εἰς τὸν ἀποδόμενόν μοι Μᾶρκον ὠνῆς τὸ ἀντίγραφον. ἐστὶ δέ· Μᾶρκος Αὐρήλιος Δίδυμος Ἀπολλωνίου καὶ ὡς χρηματίζει ἐπρίατο παρὰ Φλαβίου Πρείσκου πίστει καὶ βεβαιώσει Αἰμιλίου Εὐτύχους παιδάριον ὀνόματι Ζωίλον ὡς ἐτῶν ὀκτὼ πλειόνων ἢ ἐλασσόνων γένει Μακεδονικόν, τιμῆς ἀργυρίου δηναρίων τριακοσίων ,καὶ τὰ ἄλλα τῆς ὠνῆς. …ἀνάκρισις δούλου Ζωίλου εἰς Αὐρηλίαν Διδυμάριον