Ancient Greek
PSI 12 1259
Documentary Papyri, Psi 12 1259
Not analysed yet
Νέπως Σαραπίωνι τῶι κυρίωι ἀδελφῶι πλεῖστα χαίρειν. καὶ νῦν σε ἀσπάζομαι διὰ τούτων μου τῶν γραμμάτων. εἰδέναι σε θέλω ὅτι Μῶρος ὁ τοῦ προθμαρίου ὅ ποτε ὑπηρέτης ἦλθεν πρὸς ἐμὲ λέγων περὶ τῆς οἰκίας Πτολεμαίου τοῦ κραμβοκεφάλου ὅτι εἰ οὐ χωρήσει ὁ νεώτερος αὐτῆς εἰς ἀγορασμόν, μέλλω ἐγὼ δοῦναι ὑπόσχεσιν πρὸ τοῦ ἢ ἄλλοι ὑπόσχεσιν δῶσι. ἔμαθον γὰρ ὅτι ἕτεροι ὠνοῦνται αὐτήν. ἐγὼ δὲ ἔφην αὐτῷ λέγων· ἀνὰ μέσον ἐστὶν τῶν οἰκιῶν αὐτοῦ καὶ οὐ δύναται ἕτερος ὠνήσασθαι αὐτήν. ὁ δὲ ἔλεγεν· ἐὰν μὲν ἄλλοι προλάβωσί με, δήλωσον αὐτῷ περὶ τούτου· καὶ εἴ τι ἐὰν αὐτῷ δοκῇ, ἐρεῖς μοι, ἀλλὰ ἐν τάχει δήλωσον αὐτῷ. ἔλεγον δὲ αὐτῷ ὅτι γράψω καὶ πέμψω. διὸ γράφω σοι ἵνα εἰδῇς. ἔπεμψά σοι διὰ τοῦ Διονυσίου τοῦ κικκιβ…ου ἐπιστολὴν ἀπὸ ιϛ τοῦ ὄντος μηνὸς Παῦνι περὶ τῶν γεινομένων ἐνθάδε μετεώρων τῶν ἀνηκόντων σοι πρὸς Κορακίωνα. ἄσπασαι τὴν κυρίαν Ἰσαροῦν καὶ Σαραπάμμωνα καὶ Σερῆνον καὶ τοὺς ὑμῶν πάντας. ἀσπάζεται ὑμᾶς Πλουτάρχη καὶ Τύραννος καὶ οἱ ἡμῶν πάντες. Παῦνι κβ. ἐρρῶσθαί σε εὔχομαι, κύριε ἄδελφε. Σαραπίωνι υἱῷ Σπαρτᾶ γυμνασιαρχήσαντος ἀπὸ Νέπωτος.