Ancient Greek
PSI 12 1260
Documentary Papyri, Psi 12 1260
Not analysed yet
Σεουῆρος Ἀπολλωνιανῷ τῷ τιμιωτάτῳ χαίρειν. γενάμενος ἐν Ἑρμοπολείτῃ καὶ ὅσα μοι ἐνετείλω κατʼ ὄψιν πάντα ἐξέπλεξα. περὶ δὲ τῶν ἀρουρῶν κϛ γῆς οὐσιακῆς ἔμαθον ἀπὸ Ὡρείωνος τοῦ πραγματικοῦ τοὺς ἀπὸ Ἰβιῶνος ἤδη ἀπογραψαμένους τῷ ἐνεστῶτι β ἔτει καὶ Ἀμμώνιόν τινα Πετάλου μητρὸς Ἡραίδος ἀπὸ Ὀξυρύγχων πόλεως καὶ ὑπὸ ἑτέρου Ἀμμωνίου νεωτέρου Ἀμμωνίου ἀπʼ Ὀξυρύγχων πόλεως ὃν ὁ μισθωτὴς Σαραπίων ὑπέβαλε. ἔφη οὖν ὁ πραγματικὸς ὅτι οὐ παραδέδοται τε ἡ γῆ ἀνυπάρκτοις ὀνόμασι τοῖς μὴ κεκτημένοις γῆν ἐν τῷ κλήρῳ. οὗτοι μὲν γάρ ἀπέγραψαν …οτιπροση …χ…μενυπαρ…ιδετι τα…π…ως γεωργηθείσας. εἰ μὲν οὖν ἀπογραφῆι ἐξ ὀνόματος τοῦ εὐσχήμονος τοῦ ἐπίκτησιν ἔχοντος ἢ ἐξ ὀνόματος Σαραπίωνος τοῦ μισθωτοῦ τοῦ καὶ συνεστῶτος, λημψόμεθα τὴν ἀπογραφὴν προλήμματος ἤδη γεναμένου. οὐκ ἐπέτρεψα οὖν ἐμαυτῷ ἀπογράψασθαι τῷ ὀνόματί σου, ἐπεὶ κατʼ ὄψιν μοι εἶπας ὅτι οὐ θέλω τῷ ἐμῷ ὀνόματι. διὰ τὸ ἄδηλον ἔμεινα δὲ παρʼ ἐμαυτῷ ἵνα τὸ δοκοῦν σοι ἐν τάχει μοι δηλώσῃς· ἀλλʼ ὅρα μὴ ἀμελήσῃς. ἐρρῶσθαί σε εὔχομαι τιμιώτατε λέγει δὲ ὁ πραγματικὸς ὅτι οἱ μὴ θέλοντες ἐξ ὀνόματος αὑτῶν ἀπογράψασθαι διὰ τῶν φροντιστῶν αὐτῶν τὰς ἀπογραφὰς ποιοῦνται. Ἀπολλωνιανῶι γυμ …φιλ…