Ancient Greek
PSI 13 1315
Documentary Papyri, Psi 13 1315
Not analysed yet
Φαίνιππος Ἀπολλωνίωι τῶι ἀδελφῶι χαίρειν. καλῶς ποιήσεις ἀποδοὺς τὰ εἰθισμένα τοῖς δεσμοφύλαξι οἴνου κεράμια δύο Ἀκουσιλάωι τῶι φέροντί σοι τὴν ἐπιστολήν, καὶ μὴ διστάσῃς· τούτοις γὰρ χρῶνται εἰς τὴν φυλακήν. ἔτους μγ, Μεσορὴ κβ. Ἀπολλωνίωι.