Ancient Greek
PSI 13 1316
Documentary Papyri, Psi 13 1316
Not analysed yet
……ρ… παρακεχώρηκα Φιλοξένωι Φανίου ἀπὸ τῆς ἀναγραφομένης εἴς με περὶ τὴν κώμην βασιλικῆς γῆς ἀρούρας δύο ,ὧν γείτονες νότου ὑδραγωγός, βορρᾶ ἡ λοιπή μου βασιλικὴ γῆ, λιβὸς Ἐπιμάχου τοῦ Ἀπολλοδότου βασιλικὴ γῆ, ἀπηλιώτου Θορταίου βασιλικὴ γῆ. καλῶς ποιήσεις ἀναγράψας εἰς αὐτὸν ἀπὸ τοῦ εἰς τὸ μϛ ἔτος σπόρου ἐπὶ τὸν ἅπαντα χρόνον ὃν τρόπον εἴθισται. ἔτους με, Φαρμοῦθι κα. Ἀργαῖος παρακεχώρηκα καὶ ἐπιδέδωκα τὸ ὑπόμνημα. ἔγραψε Ἀπολλώνιος Διδύμου ἀξιώσαντος Ἀργαίου καὶ φαμένου μὴ εἰδέναι γράμματα.