Ancient Greek
PSI 13 1322
Documentary Papyri, Psi 13 1322
Not analysed yet
Διδύμωι καὶ Πτολεμαίῳ βιβλιοφύλαξιν παρὰ Ἰουλίας Πλουτάρχου τοῦ Σαραπίωνος τῶν ἀπʼ Ὀξυρύγχων πόλεως, μητρὸς Φλαυίας Σινθώνιος, μετὰ κυρίου τοῦ ἀνδρὸς Διονυσίου Σαραπίωνος τοῦ Ἱέρακος ἀπὸ τῆς αὐτῆς πόλεως. ἀπογράφομαι πρώτως τὰς μερισθείσας μοι ὑπὸ τοῦ πατρός μου Πλουτάρχου Σαραπίωνος τοῦ Πλουτάρχου μητρὸς Ἰσαροῦτος Πτολεμαίου ἀπὸ τῆς αὐτῆς πόλεως διὰ τῆς κειμένης μοι πρὸς τὸν προγεγραμμένον μου ἄνδρα Διονύσιον τοῦ γάμου συνγραφῆς ἰδιογράφου τῷ μηνὶ Θὼθ τοῦ ἐνεστῶτος τρίτου ἔτους Ἁδριανοῦ καίσαρος τοῦ κυρίου κυριευτικῶς ἐκ τοῦ τότε χρόνου περὶ κώμην Ἰέμη τῆς μέσης τοπαρχίας ἐκ τοῦ Χάρητος κλήρου ἀρούρας δεκατέσσαρας ὄγδοον ,ἀφʼ ὧν δηλῶ μόνας αὐτὸν ἀπογεγράφθαι ἀρούρας δεκατρεῖς τέταρτον ἑκκαιδέκατον ,τὸν δὲ ἀδελφὸν αὐτοῦ Πτολεμαῖον ἀπογραψάμενον δίκαιον ἐκπροθέσμου χειρογράφου ἐξ ὀνόματος αὐτοῦ ἀρουρῶν δεκατεσσάρων ἀπὸ τῶν προκειμένων ἀρουρῶν δεκατεσσάρων ὀγδόου ,ἀπολελυκέναι ἀπολαβόντα τὰ ὀφειλόμενα καθʼ ἣν προήκατο τῷ πατρί μου ἀποχὴν ἰδιόγραφον τῷ Ἐπεὶφ μηνὶ τοῦ εἰκοστοῦ ἔτους θεοῦ Τραιανοῦ, ἣν δημοσιώσας διὰ καταλογείου μετέδωκε τῷ Πτολεμαίῳ διὰ στρατηγικοῦ ὑπηρέτου τῷ μηνὶ Θὼθ τοῦ ἑξῆς ἔτους, ἧς ἀντίγραφον μετεδόθη διὰ τοῦ προγεγραμμένου …