Ancient Greek
PSI 13 1323
Documentary Papyri, Psi 13 1323
Not analysed yet
Μάρκῳ Πετρωνίῳ Ὁνωράτῳ ἐπάρχῳ Αἰγύπτου παρὰ Πτολεμαίου Διοδώρου τοῦ καὶ Διοσκόρου τοῦ ἀπὸ τοῦ Ἀρσινοίτου. τῆς σῆς ἐπ’ ἄκρον δικαίου μισοπονηρίας δεόμενος κατέφυγον ἐπί σε τὸν πάντων εὐεργέτην. Πτολεμαῖός τις υἱὸς Πάππου γεγυμνασιαρχηκότος τοῦ νομοῦ δανειστικὸν βίον ζῶν αὐθάδης τῷ τρόπῳ καὶ βίαιος διὰ τὸ δοκεῖν αὐτὸν ἀρχοντικὸν εἶναι καὶ πράγματα ἐπιτηδεύων ἀπηρτισμένα ἐπὶ τοσοῦτον ὥστε πράκτορας ὑφ᾽ ἑαυτὸν ἔχειν ἐν ταῖς κώμαις συ… …αζ… χαλεπῶς καὶ μεθʼ ὕβρεως αὐθαδῶς προσιέναι τοῖς χρεώσταις.